Kitap 8
2.1
“Ποῖ φύγωμεν ἔτι τοὺς βιαίους; ποῖ καταδράμωμεν; ἐπὶ τίνα θεῶν μετὰ τὴν Ἄρτεμιν; Ἐν αὐτοῖς τυπτόμεθα τοῖς ἱεροῖς, ἐν τοῖς τῆς αὐλαίας παιόμεθα χωρίοις. Ταῦτα ἐν ἐρημίαις μόναις γίνεται, ὅπου μηδεὶς μάρτυς μηδ’ ἄνθρωπός ἐστι· σὺ δὲ αὐτῶν ἐν ὄψει τυραννεῖς τῶν θεῶν.
2.2
Καὶ τοῖς μὲν πονηροῖς αἱ τῶν ἱερῶν ἀσφάλειαι διδόασι καταφυγήν, ἐγὼ δὲ μηδένα ἀδικήσας, ἱκέτης δὲ τῆς Ἀρτέμιδος γενόμενος τύπτομαι παρ’ αὐτῷ τῷ βωμῷ, βλεπούσης, οἴμοι,
2.3
τῆς θεοῦ. Ἐπὶ τὴν Ἄρτεμιν αἱ πληγαί. Καὶ οὐ μέχρι πληγῶν ἡ παροινία, ἀλλὰ καὶ ἐπὶ τῶν προσώπων τις λαμβάνει τραύματα, ὡς ἐν πολέμῳ καὶ μάχῃ, καὶ μεμίανται τὸ ἔδαφος ἀνθρωπίνῳ αἵματι. Τοιαῦτα σπένδει τις θεῷ; Οὐ βάρβαροι ταῦτα καὶ Ταῦροι, καὶ ἡ Ἄρτεμις ἡ Σκυθῶν; Οὐ παρ’ ἐκείνοις μόνοις νεὼς οὕτως αἱμάσσεται· τὴν Ἰωνίαν Σκυθίαν πεποίηκας, καὶ ἐν Ἐφέσῳ ῥεῖ τὰ ἐν Ταύροις αἵματα.
2.4
Λαβὲ καὶ ξίφος κατ’ ἐμοῦ. Καίτοι τί δέῃ σιδήρου; τὰ τοῦ ξίφους πεποίηκεν ἡ χείρ. Ἡ ἀνδροφόνος αὕτη καὶ μιαιφόνος δεξιὰ τοιαῦτα δέδρακεν οἷα ἐκ φασγάνου γίνεται.”
3.1
Ταῦτά μου βοῶντος ὁ ὄχλος συνερρύη τῶν ἐν τῷ ἱερῷ παρόντων· καὶ οὗτοι ἐκάκιζον αὐτὸν καὶ ὁ ἱερεὺς αὐτὸς ὅτι οὐκ αἰσχύνεται τοιαῦτα ποιῶν οὕτω φανερῶς καὶ ἐν τῷ ἱερῷ· ἐγὼ δὲ τεθαρρηκὼς “τοιαῦτα” ἔφην “ὦ ἄνδρες, πέπονθα, ἐλεύθερός τε ὢν καὶ πόλεως οὐκ ἀσήμου, ἐπιβουλευθεὶς μὲν εἰς τὴν ψυχὴν ὑπὸ τούτου, σωθεὶς δὲ ὑπὸ τῆς Ἀρτέμιδος, ἣ τοῦτον ἀπέφηνε συκοφάντην.
3.2
Καὶ νῦν προελθεῖν με δεῖ καὶ ἀπονίψασθαι τὸ πρόσωπον ἔξω· μὴ γὰρ ἐνταῦθα τοῦτο ποιήσαιμι ἔγωγε, μὴ καὶ τὸ ἱερὸν ὕδωρ τῷ τῆς ὕβρεως αἵματι μιανθῇ.”