Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 8

12.2 Ἀλλὰ καὶ ὤμοσεν ἀεὶ παραμενεῖν καὶ τὴν πρὸς ἄνδρας ὁμιλίαν φυγεῖν καὶ τὴν ἐξ Ἀφροδίτης ὕβριν μὴ παθεῖν. Ὤμοσεν ἡ Ῥοδῶπις, καὶ ἤκουσεν ἡ Ἀφροδίτη καὶ ὀργίζεται καὶ ἀμύνασθαι θέλει τὴν κόρην τῆς ὑπεροψίας.
12.3 Νεανίσκος ἦν Ἐφέσιος καλὸς ἐν μειρακίοις ὅσον Ῥοδῶπις ἐν παρθένοις· Εὐθύνικον αὐτὸν ἐκάλουν· ἐθήρα δὲ καὶ αὐτὸς ὡς Ῥοδῶπις, καὶ τὴν Ἀφροδίτην ὁμοίως οὐκ ἤθελεν εἰδέναι.
12.4 Ἐπ’ ἀμφοτέρους οὖν ἡ θεὸς ἔρχεται καὶ τὰς θήρας αὐτῶν εἰς ἓν συνάγει· τέως γὰρ ἦσαν κεχωρισμένοι· ἡ δὲ Ἄρτεμις τηνικαῦτα οὐ παρῆν. Παραστησαμένη δὲ τὸν υἱὸν τὸν τοξότην ἡ Ἀφροδίτη εἶπε “τέκνον, ζεῦγος τοῦτο ὁρᾷς ἀναφρόδιτον καὶ ἐχθρὸν ἡμῶν καὶ τῶν ἡμετέρων μυστηρίων· ἡ δὲ παρθένος καὶ θρασύτερον ὤμοσε κατ’ ἐμοῦ· ὁρᾷς αὐτοὺς ἐπὶ τὴν ἔλαφον συντρέχοντας.
12.5 Ἄρξαι καὶ σὺ τῆς θήρας ἀπὸ πρώτης τῆς τολμηρᾶς κόρης· καὶ πάντως γε τὸ σὸν βέλος εὐστοχώτερόν ἐστιν.” Ἐντείνουσιν ἀμφότεροι τὰ τόξα, ἡ μὲν ἐπὶ τὴν ἔλαφον, ὁ δὲ Ἔρως ἐπὶ τὴν παρθένον· καὶ ἀμφότεροι τυγχάνουσι, καὶ ἡ κυνηγέτις μετὰ τὴν θήραν ἦν τεθηραμένη·
12.6 καὶ εἶχεν ἡ μὲν ἔλαφος εἰς τὰ νῶτα τὸ βέλος, ἡ δὲ παρθένος εἰς τὴν καρδίαν· τὸ δὲ βέλος, Εὐθύνικον φιλεῖν.
12.7 Δεύτερον δὲ καὶ ἐπὶ τοῦτον οἰστὸν ἀφίησι. Καὶ εἶδον ἀλλήλους ὁ Εὐθύνικος καὶ ἡ Ῥοδῶπις, καὶ ἔστησαν μὲν τὸ πρῶτον τοὺς ὀφθαλμοὺς ἑκάτεροι, μηδέτερος ἐκκλῖναι θέλων ἐπὶ θάτερα· κατὰ μικρὸν δὲ τὰ τραύματα ἀμφοῖν ἐξάπτεται, καὶ αὐτοὺς ὁ Ἔρως ἐλαύνει κατὰ τουτὶ τὸ ἄντρον, οὗ νῦν ἐστιν ἡ πηγή, καὶ ἐνταῦθα τὸν ὅρκον ψεύδονται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi