Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 8

11.2 τῷ δὲ ὄντι δούλην ἐμήν·” καὶ ἀνεγίνωσκε “προκαλεῖται Θέρσανδρος Μελίτην καὶ Λευκίππην, τοῦτο γὰρ ἤκουσα τὴν πόρνην καλεῖσθαι· Μελίτην μέν, εἰ μὴ κεκοινώνηκεν εἰς Ἀφροδίτην τῷδε τῷ ξένῳ παρ’ ὃν ἀπεδήμουν χρόνον, εἰς τὸ τῆς ἱερᾶς Στυγὸς ὕδωρ εἰσβᾶσαν καὶ ἐπομοσαμένην ἀπηλλάχθαι τῶν ἐγκλημάτων· τὴν δὲ ἑτέραν, εἰ μὲν τυγχάνει γυνή, δουλεύειν τῷ δεσπότῃ· δούλαις γὰρ μόναις γυναιξὶν ἔξεστιν εἰς τὸν τῆς Ἀρτέμιδος νεὼν παριέναι· εἰ δέ φησιν εἶναι παρθένος, ἐν τῷ τῆς σύριγγος ἄντρῳ
11.3 κλεισθῆναι.” Ἡμεῖς μὲν οὖν εὐθὺς ἐδεξάμεθα τὴν πρόκλησιν· καὶ γὰρ ᾔδειμεν αὐτὴν ἐσομένην· ἡ δὲ Μελίτη θαρρήσασα τῷ παρ’ ὃν ἀπεδήμει χρόνον ὁ Θέρσανδρος μηδέν μοι κοινὸν πρὸς αὐτὴν γεγονέναι πλὴν λόγων “ἀλλὰ καὶ ἔγωγε” ἔφη “ταύτην δέχομαι τὴν πρόκλησιν, καὶ ἔτι πλέον αὐτὴ προστίθημι· τὸ δὲ μέγιστον, οὐδὲ εἶδον τὸ παράπαν οὔτε ξένον οὔτε πολίτην ἥκειν εἰς ὁμιλίαν παρ’ ὃν λέγεις καιρόν σε δεῖ παθεῖν,
11.4 ἂν συκοφάντης ἁλῷς;” “Ὅ τι ἂν” ἔφη “δόξῃ προστιμῆσαι τοῖς δικασταῖς.” Ἐπὶ τούτοις διελύθη τὸ δικαστήριον, καὶ εἰς τὴν ὑστεραίαν διώριστο τὰ τῆς προκλήσεως ἡμῖν γενέσθαι.
12.1 Τὸ δὲ τῆς Στυγὸς ὕδωρ εἶχεν οὕτως. Παρθένος ἦν εὐειδής, ὄνομα Ῥοδῶπις, κυνηγίων ἐρῶσα καὶ θήρας· πόδες ταχεῖς, εὔστοχοι χεῖρες, ζώνη καὶ μίτρα καὶ ἀνεζωσμένος εἰς γόνυ χιτὼν καὶ κατὰ ἄνδρας κουρὰ τριχῶν. Ὁρᾷ ταύτην Ἄρτεμις, καὶ ἐπῄνει καὶ ἐκάλει καὶ σύνθηρον ἐποιήσατο, καὶ τὰ πλεῖστα κοινὰ ἦν αὐταῖς θηράματα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi