Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 8

10.9 πεπλήρωται δὲ ἀναισχυντίας. Τοῦ γὰρ ἀνδρὸς στειλαμένου τινὰ μακρὰν ἀποδημίαν, καιρὸν τοῦτον νενόμικεν εὔκαιρον μοιχείας, καὶ νεανίσκον εὑροῦσα πόρνον ʽτοῦτο γὰρ τὸ μεῖζον ἀτύχημα, ὅτι τοιοῦτον εὗρε τὸν ἐρώμενον, ὃς πρὸς μὲν γυναῖκας ἄνδρας ἀπομιμεῖται, γυνὴ δὲ γίνεται πρὸς ἄνδρασ̓ οὕτως μετὰ ἀδείας οὐκ ἤρκεσεν ἐπὶ τῆς ξένης αὐτῷ συνοῦσα φανερῶς, ἀλλὰ καὶ ἐνταῦθα ἤγαγε διὰ τοσούτου πελάγους συγκαθεύδουσα κἀν τῷ σκάφει φανερῶς ἀσελγαίνουσα πάντων ὁρώντων.
10.10 Ὢ μοιχείας γῇ καὶ θαλάττῃ μεμερισμένης· ὢ μοιχείας ἀπὸ Αἰγύπτου μέχρις Ἰωνίας ἐκτεταμένης. Μοιχεύεταί τις, ἀλλὰ πρὸς μίαν ἡμέραν· ἂν δὲ καὶ δεύτερον γένηται τὸ ἀδίκημα, κλέπτει τὸ ἔργον καὶ πάντας ἀποκρύπτεται· αὕτη δὲ οὐχ ὑπὸ σάλπιγγι μόνον ἀλλὰ καὶ κήρυκι μοιχεύεται.
10.11 Ἔφεσος ὅλη τὸν μοιχὸν ἔγνωκεν· ἡ δὲ οὐκ ᾐσχύνετο τοῦτο ἀπὸ τῆς ξένης ἐνεγκοῦσα τὸ ἀγώγιμον κάλλος, μοιχὸν ἐμπεπορευμένη. “Ἀλλ̓
10.12 ᾤμην’ φησὶ “τὸν ἄνδρα τετελευτηκέναι.” Οὐκοῦν εἰ μὲν τέθνηκεν, ἀπήλλαξαι τῆς αἰτίας· οὐδὲ γὰρ ἔστιν ὁ τὴν μοιχείαν παθών, οὐδὲ ὑβρίζεται γάμος οὐκ ἔχων ἄνδρα· εἰ δὲ ὁ γάμος τῷ τὸν γήμαντα ζῆν οὐκ ἀνῄρηται, τὴν γαμηθεῖσαν διαφθείραντος ἄλλου λῃστεύεται. Ὥσπερ γὰρ μὴ μένοντος ὁ μοιχὸς οὐκ ἦν, μένοντος δὴ μοιχός ἐστιν.”
11.1 Ἔτι τοῦ Σωπάτρου λέγοντος ὑποτεμὼν αὐτοῦ τὸν λόγον ὁ Θέρσανδρος “ἀλλ’ οὐκ” ἔφη “δεῖ λόγων. Δύο γὰρ προκαλοῦμαι προκλήσεις Μελίτην τε ταύτην καὶ τὴν δοκοῦσαν εἶναι τοῦ θεοπρόπου θυγατέρα,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi