Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 8

9.13 Δυσὶ μὲν οὖν φόνοις ἔνοχος εἶ. Τὴν μὲν γὰρ ἀπέκτεινας τῷ λόγῳ, τὸν δὲ τοῖς ἔργοις ἠθέλησας, μᾶλλον δὲ καὶ ταύτην ἔμελλες· τὸ γὰρ δρᾶμά σου τὸ ἐπὶ τῶν ἀγρῶν ἠκούσαμεν. Ἡ δὲ Ἄρτεμις ἡ μεγάλη θεὸς ἀμφοτέρους ἔσωσε, τὴν μὲν ἐκ τῶν τοῦ Σωσθένους χειρῶν ἐξαρπάσασα, τὸν δὲ τῶν σῶν.
9.14 Καὶ τὸν μὲν Σωσθένην ἐξήρπασας, ἵνα μὴ κατάφωρος γένῃ· οὐκ αἰσχύνῃ δὲ ὅτι κατηγορῶν τοὺς ξένους ἄμφω συκοφαντῶν ἐλήλεγξαι; Τὰ μὲν ἐμὰ ἐπὶ τοσοῦτον εἰρήσθω πρὸς τὰς τούτου βλασφημίας, τὸν δὲ ὑπὲρ τῶν ξένων λόγον αὐτοῖς τούτοις παραδίδωμι.”
10.1 Μέλλοντος δὲ ὑπὲρ ἐμοῦ καὶ τῆς Μελίτης ἀνδρὸς οὐκ ἀδόξου μὲν ῥήτορος, ὄντος δὲ τῆς βουλῆς, λέγειν, φθάσας ῥήτωρ ἕτερος, ὄνομα Σώπατρος, Θερσάνδρου συνήγορος, “ἀλλ’ ἐμὸσ” εἶπεν “ἐντεῦθεν ὁ λόγος κατὰ τούτων τῶν μοιχῶν, ὦ βέλτιστε Νικόστρατε ʽτοῦτο γὰρ ἦν ὄνομα τὠμῷ ῥήτορἰ, εἶτα σός· ὁ γὰρ Θέρσανδρος ἃ εἶπε, πρὸς τὸν ἱερέα μόνον ἀπετείνατο, ὀλίγον ἁψάμενος ὅσον ἐπιψαῦσαι καὶ τοῦ κατὰ τὸν δεσμώτην μέρους.
10.2 Ὅταν οὖν ἀποδείξω δυσὶ θανάτοις ἔνοχον ὄντα, τότε ἂν εἴη καὶ σοὶ καιρὸς ἀπολύσασθαι τὰς αἰτίας.” Ταῦτα εἰπὼν καὶ τερατευσάμενος καὶ τρίψας τὸ πρόσωπον “τῆς μὲν τοῦ ἱερέως κωμῳδίασ” ἔφη “ἠκούσαμεν, πάντα ἀσελγῶς καὶ ἀναισχύντως ὑποκριναμένου τὰ εἰς τὸν Θέρσανδρον προσκρούσματα.”
10.3 Καὶ τοῦ λόγου τὸ προοίμιον μέμψεις εἰς Θέρσανδρον ἐφ̓ οἷς εἰς αὐτὸν εἶπεν. Ἀλλὰ Θέρσανδρος μὲν οὐδὲν ὧν εἶπεν εἰς τοῦτον ἐψεύσατο· καὶ γὰρ δεσμώτην ἔλυσε καὶ πόρνην ὑπεδέξατο καὶ συνέγνω μοιχῷ· ἃ δὲ αὐτὸς μᾶλλον ἀναιδῶς ἐσυκοφάντησε διασύρων τὸν Θερσάνδρου βίον, οὐδεμιᾶς ἀπήλλακται συκοφαντίας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi