Kitap 8
8.9
καὶ γὰρ τὴν ἐκείνης τιμὴν ἐξήρπασας. Αὐτῇ μόνῃ τοὺς ἐπ’ αὐτὴν καταφεύγοντας ἔξεστι σώζειν, καὶ ταῦτα πρὸ δικαστηρίου γνώσεως. Δεδεμένον δὲ οὐδένα λέλυκεν ἡ θεός, οὐδὲ θανάτῳ παραδοθέντα ἠλευθέρωσε τῆς τιμωρίας. Τῶν δυστυχούντων εἰσίν,
8.10
οὐ τῶν ἀδικούντων οἱ βωμοί. Σὺ δὲ καὶ τοὺς δεθέντας ἐλευθεροῖς καὶ τοὺς καταδίκους ἀπολύεις. Οὕτως παρευδοκίμησας καὶ τὴν Ἄρτεμιν. Τίς ᾤκησεν ἀντὶ δεσμωτηρίου τὸ ἱερόν; Φονεὺς καὶ μοιχὸς παρὰ τῇ καθαρᾷ θεῷ· οἴμοι μοιχὸς παρὰ τῇ παρθένῳ. Συνῆν δὲ αὐτῷ καὶ γυνή τις ἀκόλαστος, ἀποδρᾶσα τὸν δεσπότην.
8.11
Καὶ γὰρ ταύτην, ὡς εἴδομεν, ὑπεδέχου, καὶ μία γέγονεν αὐτοῖς ἑστία παρὰ σοὶ καὶ συμπόσιον, τάχα δὲ καὶ συνεκάθευδες, ἱερεῦ, οἴκημα τὸ ἱερὸν ποιήσας. Ἡ τῆς Ἀρτέμιδος οἰκία μοιχῶν γέγονε καὶ πόρνης θάλαμος.
8.12
Ταῦτα μόλις ἐν χαμαιτυπείῳ γίνεται. Εἷς μὲν δή μοι λόγος οὗτος κατ’ ἀμφοῖν. Τὸν μέντοι ἀξιῶ τῆς αὐθαδείας δοῦναι τιμωρίαν, τὸν δὲ ἀποδοθῆναι κελεῦσαι τῇ καταδίκῃ. Δεύτερος δέ ἐστί μοι πρὸς Μελίτην μοιχείας ἀγών, πρὸς ἣν οὐδὲν δέομαι λόγων· ἐν γὰρ τῇ τῶν θεραπαινῶν βασάνῳ τὴν ἐξέτασιν γενέσθαι δέδοκται.