Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 7

9.7 Εἰ δὲ μήθ’ ὁ ἀποκτείνας ἐστὶ μήθ’ ἡ ἀνῃρημένη, τίς ἤκουσε πώποτε τοιοῦτον φόνον; “Ἤρων” φησὶ “Μελίτης· διὰ τοῦτο Λευκίππην ἀπέκτεινα.” Πῶς οὖν Μελίτης φόνον κατηγορεῖ, ἧς ἤρα, διὰ Λευκίππην δὲ νῦν ἀποθανεῖν ἐθέλει, ἣν ἀπέκτεινεν;
9.8 οὕτω γὰρ ἄν τις καὶ μισοῖ τὸ φιλούμενον καὶ φιλοῖ τὸ μισούμενον; Ἆρ’ οὖν οὐ πολὺ μᾶλλον ἂν καὶ ἐλεγχόμενος ἠρνήσατο τὸν φόνον, ἵνα καὶ σώσῃ τὴν ἐρωμένην καὶ ὑπὲρ τῆς ἀνῃρημένης μὴ μάτην ἀποθάνῃ;
9.9 Διὰ τί οὖν Μελίτης κατηγόρησεν, εἰ μηδὲν αὐτῇ τοιοῦτο πέπρακται; Ἐγὼ καὶ τοῦτο πρὸς ὑμᾶς ἐρῶ, καὶ πρὸς τῶν θεῶν μή με νομίσητε διαβάλλειν θέλοντα τὴν γυναῖκα ποιήσασθαι τὸν λόγον, ἀλλ’ ὡς τὸ πᾶν ἐγένετο.
9.10 Μελίτη μὲν ἐπεπόνθει τι πρὸς τοῦτον ἐρωτικὸν καὶ περὶ τοῦ γάμου διείλεκτο, πρὶν ὁ θαλάττιος οὗτος ἀνεβίω νεκρός· ὁ δὲ οὐκ εἶχεν οὕτως, ἀλλὰ καὶ πάνυ ἐρρωμένως τὸν γάμον ἀπεκρούετο, κἀν τούτῳ τὴν ἐρωμένην εὑρών, ὡς ἔφη, παρὰ τῷ Σωσθένει ζῶσαν, ἣν ᾤετο νεκράν, πολὺ μᾶλλον πρὸς τὴν Μελίτην εἶχεν ἀλλοτριώτερον.
9.11 Ἡ δὲ πρὶν μαθεῖν ἐρωμένην οὖσαν αὐτῷ τὴν παρὰ τῷ Σωσθένει, ταύτην ἠλέησέ τε καὶ ἔλυσε τῶν δεσμῶν, οἷς ἦν ὑπὸ τοῦ Σωσθένους δεδεμένη, καὶ εἰς τὴν οἰκίαν τε εἰσεδέξατο καὶ τἆλλα ὡς πρὸς ἐλευθέραν δυστυχήσασαν ἐφιλοτιμήσατο· ἐπειδὴ δὲ ἔμαθεν, ἔπεμψεν εἰς τοὺς ἀγροὺς διακονησομένην αὐτῇ· καὶ μετὰ ταῦτά φασιν ἀφανῆ γεγονέναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi