Kitap 7
4.6
Οὕτω κἀμὲ τὰ μὲν πρῶτα τῆς ἀκροάσεως τῇ ψυχῇ προσπεσόντα καθάπερ τοξεύματα κατεσίγασε καὶ τῶν δακρύων ἀπέφραξε τὴν πηγήν, μετὰ ταῦτα δὲ ἔρρει, σχολασάσης τῆς ψυχῆς τοῖς κακοῖς.
5.1
Ἔλεγον οὖν “τίς με δαίμων ἐξηπάτησεν ὀλίγῃ χαρᾷ; τίς μοι Λευκίππην ἔδειξεν εἰς καινὴν ὑπόθεσιν συμφορῶν; Ἀλλ’ οὐδὲ ἐκόρεσά μου τοὺς ὀφθαλμούς, οἷς μόνοις ηὐτύχησα, οὐδὲ ἐνεπλήσθην κἂν βλέπων.
5.2
Ἀληθής μοι γέγονεν ὀνείρων ἡδονή. Οἴμοι, Λευκίππη, ποσάκις μοι τέθνηκας. Μὴ γὰρ θρηνῶν ἀνεπαυσάμην; Ἀεί σε πενθῶ, τῶν θανάτων διωκόντων ἀλλήλους; Ἀλλ’ ἐκείνους μὲν πάντας ἡ Τύχη ἔπαιξε κατ’ ἐμοῦ, οὗτος δὲ οὐκ ἔστι τῆς Τύχης ἔτι παιδιά·
5.3
πᾶσα γάρ μοι, Λευκίππη, τέθνηκας. Ἐν μὲν γὰρ τοῖς ψευδέσι θανάτοις ἐκείνοις παρηγορίαν εἶχον ὀλίγην τὸ μὲν πρῶτον ὅλον σου τὸ σῶμα, τὸ δὲ δεύτερον κἂν τὴν κεφαλὴν δοκῶν μὴ ἔχειν εἰς τὴν ταφήν· νῦν δὲ τέθνηκας θάνατον διπλοῦν, ψυχῆς καὶ σώματος. Δύο ἐξέφυγες λῃστήρια, τὸ δὲ τῆς Μελίτης πεφόνευκέ σε πειρατήριον.
5.4
Ὁ δὲ ἀνόσιος καὶ ἀσεβὴς ἐγὼ τὴν ἀνδροφόνον σου κατεφίλησα πολλάκις καὶ συνεπλάκην μεμιασμένας συμπλοκὰς καὶ τὴν Ἀφροδίτης χάριν αὐτῇ παρέσχον πρὸ σοῦ.”
6.1
Μεταξὺ δέ μου θρηνοῦντος Κλεινίας εἰσέρχεται, καὶ καταλέγω τὸ πᾶν αὐτῷ καὶ ὅτι μοι δέδοκται πάντως ἀποθανεῖν· ὁ δὲ παρεμυθεῖτο. “Τίς γὰρ οἶδεν εἰ ζῇ πάλιν;
6.2
Μὴ γὰρ οὐ πολλάκις τέθνηκε; μὴ γὰρ οὐ πολλάκις ἀνεβίω; Τί δὲ προπετῶς ἀποθνήσκεις, ὃ καὶ κατὰ σχολὴν ἔξεστιν, ὅταν μάθῃς σαφῶς τὸν θάνατον αὐτῆς;” “Ληρεῖς· τούτου γὰρ ἀσφαλέστερον πῶς ἂν μάθοις;