Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 7

16.1 Κἀν τούτῳ παρῆν ὁ Κλεινίας καὶ ὁ Σώστρατος. Καὶ ὁ μὲν Κλεινίας ἐβόα “ποῖ ἄγετε τὸν ἄνθρωπον; οὐκ ἔστι φονεὺς ἐφ’ ᾗ καταδεδίκασται.” Καὶ ὁ Σώστρατος ἐν μέρει ταῦτα ἔλεγε καὶ ὡς εἴη αὐτὸς τῆς ἀνῃρῆσθαι δοκούσης πατήρ· οἱ δὲ παρόντες μαθόντες τὸ πᾶν εὐφήμουν τε τὴν Ἄρτεμιν καὶ περιίσταντό με καὶ ἄγειν εἰς τὸ δεσμωτήριον οὐκ ἐπέτρεπον.
16.2 Οἱ δὲ φύλακες οὐκ εἶναι κύριοι τοῦ μεθεῖναι καταδικασθέντα πρὸς θάνατον ἄνθρωπον ἔλεγον, ἕως ὁ ἱερεύς, τοῦ Σωστράτου δεηθέντος, ἐνεγυήσατο αὐτὸν ἔχειν καὶ παράξειν εἰς τὸν δῆμον, ὅταν δέῃ. Οὕτω μὲν δὴ τῶν δεσμῶν ἀπολύομαι καὶ ἐπὶ τὸ ἱερὸν ταχὺ μάλα ἠπειγόμην, καὶ ὁ Σώστρατος κατὰ πόδας, οὐκ οἶδα εἰ τὰ ὅμοια ἐμοὶ χαίρων.
16.3 Οὐκ ἔστι δὲ οὕτως ἄνθρωπος δρομικώτατος, ὃν οὐ τῆς φήμης φθάνει τὸ πτερόν, ἣ καὶ τότε ἡμᾶς ἐπὶ Λευκίππην προὔλαβεν, ἀπαγγέλλουσα πάντα καὶ τὰ τοῦ Σωστράτου καὶ τἀμά. Ἰδοῦσα δὲ ἡμᾶς ἐξεπήδησε τοῦ νεὼ καὶ τὸν μὲν πατέρα περιεπτύξατο, τοὺς δ’ ὀφθαλμοὺς εἶχεν ἐπ’ ἐμέ.
16.4 Ἐγὼ δὲ εἱστήκειν καὶ πάντα ἔβλεπον εἰς τὸ ἐκείνης πρόσωπον, αἰδοῖ τῇ πρὸς τὸν Σώστρατον κατέχων ἐμαυτὸν ἐπ’ αὐτὴν ἐκθορεῖν. Οὕτως ἀλλήλους ἠσπαζόμεθα τοῖς ὄμμασιν.
← Önceki 17 / 17

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi