Kitap 7
1.1
Ταῦτ’ ἀκούσας ὁ Θέρσανδρος, παντοδαπὸς ἦν· ἤχθετο, ὠργίζετο, ἐβουλεύετο· ὠργίζετο μὲν ὡς ὑβρισμένος, ἤχθετο δὲ ὡς ἀποτυχών, ἐβουλεύετο δὲ ὡς ἐρῶν. Τὴν οὖν ψυχὴν διασπώμενος, οὐδὲν εἰπὼν πρὸς τὴν Λευκίππην ἐξεπήδησεν.
1.2
Ὀργῇ μὲν δῆθεν ἐκδραμών, δοὺς δὲ τῇ ψυχῇ σχολὴν εἰς τὴν διάκρισιν τῆς τρικυμίας, βουλευόμενος ἅμα τῷ Σωσθένει, πρόσεισι τῷ τῶν δεσμῶν ἄρχοντι, δεόμενος διαφθαρῆναί με φαρμάκῳ.
1.3
Ὡς δ’ οὐκ ἔπειθεν ʽἐδεδίει γὰρ τὴν πόλιν· καὶ γὰρ ἄλλον ἄρχοντα πρὸ αὐτοῦ ληφθέντα τοιαύτην ἐργασάμενον φαρμακείαν ἀποθανεῖν’ δευτέραν αὐτῷ προσφέρει δέησιν, ἐμβαλεῖν τινα εἰς τὸ οἴκημα, ἔνθα ἔτυχον δεδεμένος, ὡς δὴ καὶ αὐτὸν ἕνα τῶν δεσμωτῶν, προσποιησάμενος βούλεσθαι τἀμὰ δι’ ἐκείνου μαθεῖν.
1.4
Ἐπείσθη καὶ ἐδέξατο τὸν ἄνθρωπον. Ἔμελλε δ’ ἐκεῖνος ὑπὸ τοῦ Θερσάνδρου δεδιδαγμένος τεχνικῶς πάνυ περὶ τῆς Λευκίππης λόγον ἐμβαλεῖν, ὡς εἴη πεφονευμένη τῆς Μελίτης συσκευασαμένης τὸν φόνον.
1.5
Τὸ δὲ τέχνασμα ἦν τῷ Θερσάνδρῳ εὑρεθέν, ὡς ἂν ἀπογνοὺς ἐγὼ μηκέτι ζῶσαν τὴν ἐρωμένην κἂν τὴν δίκην φύγωμι,
1.6
μὴ πρὸς ζήτησιν αὐτῆς ἔτι τραποίμην. Προσέκειτο δὲ ἡ Μελίτη τῷ φόνῳ, ἵνα μὴ τετελευτηκέναι τὴν Λευκίππην δοκῶν, τὴν Μελίτην γήμας ὡς ἂν ἐρῶσαν αὐτοῦ μένοιμι κἀκ τούτου παρέχοιμί τινα φόβον αὐτῷ τοῦ μὴ μετὰ ἀδείας Λευκίππην ἔχειν, ἀλλὰ μισήσας ὡς τὸ εἰκὸς τὴν Μελίτην ὡς ἂν ἀποκτείνασάν μου τὴν ἐρωμένην ἀπαλλαγείην ἐκ τῆς πόλεως τὸ παράπαν.