Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 6

19.7 Τυχὼν μὲν οὖν ὧν ἠθέλησεν, ἵλεως γίνεται· ἀτιμούμενος δὲ πάλιν εἰς τὸν θυμὸν καταδύεται. Ὁ δὲ καθεύδων ἐξεγείρεται καὶ τὰ ἀρχαῖα ποιεῖ· ἀτιμίᾳ γὰρ ἔρωτος σύμμαχός ἐστι θυμός.
20.1 Ὁ Θέρσανδρος οὖν τὸ μὲν πρῶτον ἐλπίζων εἰς τὸν ἔρωτα εὐτυχήσειν ὅλος Λευκίππης δοῦλος ἦν· ἀτυχήσας δὲ ὧν ἤλπισεν ἀφῆκε τῷ θυμῷ τὰς ἡνίας. Ῥαπίζει δὴ κατὰ κόρρης αὐτὴν “ὦ κακόδαιμον ἀνδράποδον” λέγων “καὶ ἀληθῶς ἐρωτιῶν· πάντων γάρ σου κατήκουσα.
20.2 Οὐκ ἀγαπᾷς ὅτι σοι λαλῶ, καὶ μεγάλην εὐτυχίαν δοκεῖς τὸν σὸν καταφιλῆσαι δεσπότην, ἀλλὰ ἀκκίζῃ καὶ σχηματίζῃ πρὸς ἀπόνοιαν; Ἐγὼ μέν σε καὶ πεπορνεῦσθαι δοκῶ· καὶ γὰρ μοιχὸν φιλεῖς.
20.3 Ἀλλ’ ἐπειδὴ μὴ θέλεις ἐραστοῦ μου πεῖραν λαβεῖν, πειράσῃ δεσπότου.” Καὶ ἡ Λευκίππη “κἂν τυραννεῖν ἐθέλῃς κἀγὼ τυραννεῖσθαι, πλὴν οὐ βιάσῃ·” καὶ πρὸς τὸν Σωσθένην ἰσοῦσα “μαρτύρησον” εἶπεν αὐτῷ “πῶς πρὸς τὰς αἰκίας ἔχω· σὺ γάρ με καὶ
20.4 μᾶλλον ἠδίκησας.” Καὶ ὁ Σωσθένης αἰσχυνθεὶς ὡς ἐληλεγμένος “ταύτην” εἶπεν “ὦ δέσποτα, ξανθῆναι μάστιξι δεῖ καὶ μυρίαις βασάνοις περιπεσεῖν, ὡς ἂν μάθῃ δεσπότου μὴ καταφρονεῖν.”
21.1 “Πείσθητι τῷ Σωσθένει” φησὶν ἡ Λευκίππη· “συμβουλεύει γὰρ καλῶς· τὰς βασάνους παράστησον. Φερέτω τροχόν· ἰδοὺ χεῖρες, τεινέτω. Φερέτω καὶ μάστιγας· ἰδοὺ νῶτον, τυπτέτω. Κομιζέτω πῦρ·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi