Kitap 6
15.3
καὶ ὀκνεῖ τὴν ὕβριν.” “Ἀλλὰ τούτου γε ἕνεκεν” εἶπεν ὁ Θέρσανδρος “θαρρείτω· τὸ γὰρ ἐμὸν οὕτως ἔχει πρὸς αὐτήν, ὡς ἀθάνατον εἶναι. Ἓν δὲ μόνον φοβοῦμαι καὶ ἐπείγομαι μαθεῖν περὶ τῆς κόρης, εἰ τῷ ὄντι γυνὴ τυγχάνει τοῦ νεανίσκου γενομένη, ὡς ἡ Μελίτη μοι διηγήσατο.”
15.4
Ταῦτα διαλεγόμενοι παρῆσαν ἐπὶ τὸ τῆς Λευκίππης δωμάτιον. Ἐπεὶ δὲ πλησίον ἐγένοντο τῶν θυρῶν, ἀκούουσιν αὐτῆς ποτνιωμένης. Ἔστησαν οὖν ἀψοφητὶ κατόπιν τῶν θυρῶν.
16.1
“Οἴμοι Κλειτοφῶν” ʽτοῦτο γὰρ ἔλεγε πολλάκισ̓ “οὐκ οἶδας ποῦ γέγονα καὶ ποῦ καθεῖργμαι· οὐδὲ γὰρ ἐγὼ τίς σὲ κατέχει τύχη, ἀλλὰ τὴν αὐτὴν ἄγνοιαν δυστυχοῦμεν.
16.2
Ἆρα μή σε κατέλαβε Θέρσανδρος ἐπὶ τῆς οἰκίας; ἆρα μὴ καὶ σύ τι πέπονθας ὑβριστικόν; Πολλάκις ἠθέλησα πυθέσθαι παρὰ τοῦ Σωσθένους, ἀλλ’ οὐκ εἶχον ὅπως πύθωμαι. Εἰ μὲν ὡς περὶ ἀνδρὸς ἐμαυτῆς, ἐφοβούμην μή τί σοι κινήσω κακόν, παροξύνασα Θέρσανδρον ἐπὶ σέ· εἰ δὲ ὡς περὶ ξένου τινός, ὑπόνοια καὶ τοῦτο ἦν.
16.3
Τί γὰρ μέλει γυναικὶ περὶ τῶν οὐχ ἑαυτῆς; Ποσάκις ἐμαυτὴν ἐβιασάμην, ἀλλ’ οὐκ ἔπειθον τὴν γλῶσσαν εἰπεῖν, ἀλλὰ ταῦτα μόνον ἔλεγον “ἄνερ Κλειτοφῶν, Λευκίππης μόνης ἄνερ, ἄνερ πιστὲ καὶ βέβαιε, ὃν οὐδὲ συγκαθεύδουσα πέπεικεν ἄλλη γυνή, κἂν εἰ ἡ ἄστοργος ἐγὼ πεπίστευκα,
16.4
μετὰ τοσοῦτον ἰδοῦσά σε χρόνον ἐν τοῖς ἀγροῖς οὐ κατεφίλησα.” Νῦν οὖν ἂν Θέρσανδρος ἔλθῃ πυνθανόμενος, τί πρὸς αὐτὸν εἴπω; Ἆρα ἀποκαλύψασα τοῦ δράματος τὴν ὑπόκρισιν διηγήσομαι τὴν ἀλήθειαν; Μή με νομίσῃς ἀνδράποδον εἶναι,