Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 6

10.5 Ὅταν οὖν ἡ Διαβολὴ τοξεύσῃ τὸν λόγον, ὁ μὲν δίκην βέλους ἐξίπταται καὶ τιτρώσκει μὴ παρόντα καθ’ οὗ πέμπεται, ὁ δὲ ἀκούων ταχὺ πείθεται καὶ ὀργῆς αὐτῷ πῦρ ἐξάπτεται καὶ ἐπὶ τὸν βληθέντα μαίνεται· τεχθεῖσα δὲ ἡ Φήμη τῷ τοξεύματι ῥεῖ μὲν εὐθὺς πολλὴ καὶ ἐπικλύζει τὰ ὦτα τῶν ἐντυχόντων, διάττει δὲ ἐπὶ πλεῖστον καταιγίζουσα τῷ τοῦ λόγου πνεύματι καὶ ἐξίπταται κουφιζομένη τῷ τῆς γλώττης πτερῷ.
10.6 Ταῦτά με τὰ δύο πολεμεῖ· ταῦτά σου τὴν ψυχὴν κατέλαβε καὶ ἀπέκλεισέ μου τοῖς λόγοις τῶν ὤτων σου τὰς θύρας.”
11.1 Καὶ ἅμα λέγουσα χειρός τε ἔθιγε καὶ καταφιλεῖν ἤθελεν. Ἐγεγόνει δὲ ἡμερώτερος, καὶ αὐτὸν ἔσαινε τῶν λεγομένων τὸ πιθανόν, καὶ τὸ τῆς Λευκίππης σύμφωνον τῷ λόγῳ τοῦ Σωσθένους μέρος τῆς ὑπονοίας μετέφερεν· οὐ μέντοι τέλεον ἐπίστευσε· ζηλοτυπία γὰρ ἅπαξ ἐμπεσοῦσα ψυχῇ δυσέκνιπτόν ἐστιν.
11.2 Ἐθορυβήθη οὖν ὅτι τὴν κόρην ἤκουσεν εἶναί μου γυναῖκα, ὥστε ἐμίσει με μᾶλλον. Τότε μὲν οὖν εἰπὼν ἐξετάσειν περὶ τῶν εἰρημένων, κοιμησόμενος ᾤχετο καθ’ αὑτόν· ἡ δὲ Μελίτη κακῶς εἶχε τὴν ψυχήν, ὡς ἐκπεσοῦσα πρός με τῆς ὑποσχέσεως.
11.3 Ὁ δὲ Σωσθένης προπέμψας μέχρι τινὸς τὸν Θέρσανδρον καὶ καθυποσχόμενος περὶ τῆς Λευκίππης αὖθις ἀναστρέφει πρὸς αὐτὴν καὶ σχηματίσας τὸ πρόσωπον εἰς ἡδονὴν “κατωρθώσαμεν” εἶπεν “ὦ Λάκαινα· Θέρσανδρος ἐρᾷ σου καὶ μαίνεται, ὥστε τάχα καὶ γυναῖκα ποιήσεταί σε· τὸ δὲ κατόρθωμα τοῦτο ἐμόν.
11.4 Ἐγὼ γάρ σου πρὸς αὐτὸν περὶ τοῦ κάλλους πολλὰ ἐτερατευσάμην καὶ τὴν ψυχὴν αὐτοῦ φαντασίας ἐγέμισα. Τί κλάεις; ἀνάστηθι καὶ θῦε ἐπὶ τοῖς εὐτυχήμασιν Ἀφροδίτῃ· μνημόνευε δὲ κἀμοῦ.”

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi