Kitap 5
26.10
Νόμιζέ σοι τὸν Ἔρωτα δι’ ἐμοῦ λέγειν “ἐμοὶ χάρισαι τοῦτο, Κλειτοφῶν, τῷ σῷ μυσταγωγῷ· μὴ ἀμύητον τὴν Μελίτην ἀπέλθῃς καταλιπών· καὶ τὸ ταύτης ἐμόν ἐστι πῦρ.” Ἄκουσον δὲ ὡς καὶ τἆλλα μοι μέλει περὶ σοῦ.
26.11
Λυθήσῃ μὲν γὰρ ἄρτι τῶν δεσμῶν, κἂν Θερσάνδρῳ μὴ δοκῇ· καταγωγῆς δὲ τεύξῃ τοσούτων ἡμερῶν, ὅσων ἂν θέλῃς, πρὸς ἐμὸν σύντροφον· ἕωθεν δὲ καὶ τὴν Λευκίππην παρέσεσθαι προσδόκα.
26.12
Διανυκτερεύσειν γὰρ ἔλεγεν εἰς τὸν ἀγρὸν βοτανῶν ἕνεκεν χάριν, ὡς ἐν ὄψει τῆς σελήνης αὐτὰς ἀναλάβοι. Οὕτως γάρ μου κατεγέλα· ᾔτησα γὰρ φάρμακον παρ’ αὐτῆς ὡς Θετταλῆς κατὰ σοῦ. Τί γὰρ ἠδυνάμην ἔτι ποιεῖν ἀποτυγχάνουσα ἢ βοτάνας ζητεῖν καὶ φάρμακα; αὕτη γὰρ τῶν ἐν ἔρωτι δυστυχούντων ἡ καταφυγή.
26.13
Ὁ Θέρσανδρος δέ, ὡς καὶ περὶ τούτου θαρρήσῃς, ἐξεπήδησε πρὸς ἑταῖρον αὑτοῦ, ἐξιστάμενος ἐμοὶ τῆς οἰκίας ὑπὸ ὀργῆς· δοκεῖ δ’ ἔμοιγε θεός τις αὐτὸν ἐντεῦθεν ἐξεληλακέναι, ἵνα σου τὰ τελευταῖα ταῦτα δυνηθῶ τυχεῖν. Ἀλλά μοι σαυτὸν ἀπόδος.”
27.1
Ταῦτα φιλοσοφήσασα ʽδιδάσκει γὰρ ὁ Ἔρως καὶ λόγουσ̓ ἔλυε τὰ δεσμὰ καὶ τὰς χεῖρας κατεφίλει καὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ καρδίᾳ προσέφερε καὶ εἶπεν “ὁρᾷς πῶς πηδᾷ καὶ πάλλει πυκνὸν παλμὸν ἀγωνίας γέμοντα καὶ ἐλπίδος “γένοιτο δὲ καὶ ἡδονῆσ” καὶ
27.2
ἔοικεν ἱκετεύειν σε τῷ πηδήματι.” Ὡς οὖν με ἔλυσε καὶ περιέβαλε κλάουσα, ἔπαθόν τι ἀνθρώπινον, καὶ ἀληθῶς ἐφοβήθην τὸν Ἔρωτα μή μοι γένηται μήνιμα ἐκ τοῦ θεοῦ καὶ ἄλλως ὅτι Λευκίππην ἀπειλήφειν, καὶ ὅτι μετὰ ταῦτα τῆς Μελίτης ἀπαλλάττεσθαι ἔμελλον, καὶ ὅτι οὐδὲ γάμος ἔτι τὸ πραττόμενον ἦν,