Kitap 5
26.4
Ἔτι μόνον ἔχω ταύτην τὴν ἡμέραν· τὴν ὑπόσχεσιν ἀπαιτῶ. Ἀναμνήσθητι τῆς Ἴσιδος, αἰδέσθητι τοὺς ὅρκους τοὺς ἐκεῖ. Εἰ μὲν γὰρ καὶ συνοικεῖν ἤθελες, ὥσπερ ὤμοσας, οὐκ ἂν ἐφρόντισα Θερσάνδρων μυρίων· ἐπεὶ δὲ Λευκίππην εὑρόντι σοι γάμος ἀδύνατος ἄλλης γυναικός, ἑκοῦσά σοι τοῦτο παραχωρῶ· οἶδα νικωμένη· οὐκ αἰτῶ πλέον ἢ δύναμαι τυχεῖν· κατ’ ἐμοῦ γὰρ πάντα καινά· ἀναβιοῦσι καὶ νεκροί.
26.5
Ὦ θάλασσα, πλέουσαν μέν με διέσωσας, σώσασα δὲ μᾶλλον ἀπολώλεκας, δύο ἀποστείλασα κατ’ ἐμοῦ νεκρούς· ἤρκει γὰρ Λευκίππη μόνη ζήσασα, ἵνα μηκέτι λυπῆται Κλειτοφῶν· νῦν δὲ καὶ ὁ ἄγριος Θέρσανδρος ἡμῖν πάρεστι.
26.6
Τετύπτησαι βλεπούσης μου, καὶ βοηθεῖν ἡ δυστυχὴς οὐκ ἠδυνάμην· ἐπὶ τοῦτο τὸ πρόσωπον πληγαὶ κατηνέχθησαν, ὦ θεοί. Δοκῶ, τυφλὸς Θέρσανδρος ἦν.
26.7
Ἀλλὰ δέομαι, Κλειτοφῶν δέσποτα ʽδεσπότης γὰρ εἶ ψυχῆς τῆς ἐμῆσ̓, ἀπόδος σεαυτὸν τήμερον πρῶτα καὶ ὕστατα· ἐμοὶ δὲ ἡμέραι τὸ βραχὺ τοῦτο πολλαί. Οὕτω μηκέτι Λευκίππην ἀπολέσειας, οὕτω μηκέτι μηδὲ ψευδῶς ἀποθάνοι.
26.8
Μὴ ἀτιμάσῃς τὸν ἔρωτα τὸν ἐμόν, δι’ ὃν τὰ μέγιστα εὐτυχεῖς. Οὗτός σοι Λευκίππην ἀποδέδωκεν. Εἰ γάρ σου μὴ ἠράσθην ἐγώ, εἰ γάρ σε μὴ ἐνταῦθα ἤγαγον, ἦν ἂν ἔτι σοι Λευκίππη νεκρά.
26.9
Εἰσίν, ὦ Κλειτοφῶν, καὶ Τύχης δωρεαί. Ἤδη τις θησαυρῷ περιτυχὼν τὸν τόπον τῆς εὑρέσεως ἐτίμησε, βωμὸν ἤγειρε, θυσίαν προσήνεγκεν, ἐστεφάνωσε τὴν γῆν· σὺ δὲ παρ’ ἐμοὶ θησαυρὸν Ἔρωτος εὑρὼν ἀτιμάζεις τὴν εὐεργετήσασαν.