Kitap 5
25.2
καὶ καταλαμβάνει χαμαὶ καταβεβλημένον. Παραστᾶσα οὖν πάντα ἤθελεν εἰπεῖν ὁμοῦ, καὶ τὸ σχῆμα τοῦ προσώπου τοσαῦτα εἶχεν, ὅσα εἰπεῖν ἤθελεν. “Ὦ δυστυχὴς ἐγὼ καὶ ἐπὶ τῷ ἐμαυτῆς κακῷ τεθεαμένη σε, τὸ μὲν πρῶτον ἀτέλεστα ἐρασθεῖσα καὶ μετὰ πάσης ἀνοίας, ἣ καὶ μισουμένη τὸν μισοῦντα φιλῶ καὶ ὀδυνωμένη τὸν ὀδυνῶντα ἐλεῶ, καὶ οὐδὲ ὕβρις τὸν ἔρωτα παύει.
25.3
Ὦ ζεῦγος κατ’ ἐμοῦ γοήτων, ἀνδρὸς καὶ γυναικός. Ὁ μὲν τοσοῦτόν μου χρόνον κατεγέλα, ἡ δὲ ἀπῆλθε κομιοῦσά μοι φίλτρον· ἐγὼ δὲ ἡ κακοδαίμων ἠγνόουν αἰτοῦσα παρὰ τῶν ἐχθίστων
25.4
κατ’ ἐμαυτῆς φάρμακον.” Καὶ ἅμα τὴν ἐπιστολὴν τῆς Λευκίππης μοι προσέρριψεν. Ἰδὼν οὖν καὶ γνωρίσας ἔφριξα καὶ ἔβλεπον εἰς γῆν ὡς ἐληλεγμένος· ἡ δὲ ἐτραγῴδει πάλιν “οἴμοι δειλαία τῶν κακῶν· καὶ γὰρ τὸν ἄνδρα ἀπώλεσα διὰ σέ, οὐδὲ ἂν ἔχοιμι σὲ τοῦ λοιποῦ χρόνου κἂν μέχρι τῶν ὀμμάτων τῶν κενῶν,
25.5
ἐπεὶ μὴ δεδύνησαι τούτων πλέον. Οἶδα ὅτι ὁ ἀνήρ με μισεῖ καὶ μοιχείαν κατέγνωκεν ἐπὶ σοί, μοιχείαν ἄκαρπον, μοιχείαν ἀναφρόδιτον, ἧς μόνον τὴν λοιδορίαν κεκέρδακα. Αἱ μὲν γὰρ ἄλλαι γυναῖκες μισθὸν τῆς αἰσχύνης ἔχουσι τὴν τῆς ἐπιθυμίας ἡδονήν, ἐγὼ δὲ ἡ δυστυχὴς τὴν μὲν αἰσχύνην ἐκαρπωσάμην,
25.6
τὸ δὲ τῆς ἡδονῆς οὐδαμοῦ. Ἄπιστε καὶ βάρβαρε· ἐτόλμησας οὕτως ἐρῶσαν γυναῖκα κατατῆξαι, καὶ ταῦτα Ἔρωτος καὶ σὺ δοῦλος ὤν; Οὐκ ἐφοβήθης αὐτοῦ τὰ μηνίματα; οὐκ ᾐδέσθης αὐτοῦ τὸ πῦρ; οὐκ ἐτίμησας αὐτοῦ τὰ μυστήρια; οὐ κατέκλασέ σε ταῦτα τὰ ὄμματα δακρύοντα;