Kitap 5
22.7
ἡσθῆναι μὲν ἐδόκει τῷ μηδὲν πρὸς τὴν ἄνθρωπόν μοι πεπρᾶχθαι, φήσασα δὲ ἀνερευνήσειν, εἰ συγχωρήσειεν αὐτῇ, βοτάνας γενομένη κατὰ τοὺς ἀγρούς, ἀπιοῦσα ᾤχετο· ἀρνουμένη γὰρ οὐκ ᾤετο πίστιν ἕξειν· ὅθεν οἶμαι καὶ ἐπηγγείλατο.
22.8
Ἡ μὲν δὴ Μελίτη ῥᾴων ἐγεγόνει καὶ μόνον ἐλπίσασα· τὰ γὰρ ἡδέα τῶν πραγμάτων κἂν μήπω παρῇ τέρπει ταῖς ἐλπίσιν.
23.1
Ἐγὼ δὲ τούτων ἐπιστάμενος οὐδὲν ἠθύμουν μὲν σκοπῶν πῶς ἂν διακρουσαίμην καὶ τὴν ἐπιοῦσαν νύκτα τὴν γυναῖκα καὶ πῶς ἂν συντυχεῖν Λευκίππῃ δυναίμην.
23.2
Ἐδόκει δέ μοι κἀκείνη τὴν ἴσην σπουδὴν ποιεῖσθαι τοῦ ἀπελθεῖν δι’ αὐτὴν εἰς τοὺς ἀγρούς, καὶ περὶ τὴν ἑσπέραν αὖθις ἥκειν. Ἔμελλε τῇ Λευκίππῃ παρέξειν ὄχημα καὶ Ἡμεῖς δὲ ἐπὶ τὸν πότον ᾖμεν.
23.3
Ἄρτι δὲ κατακλιθέντων ἡμῶν θόρυβος πολὺς κατὰ τὸν ἀνδρῶνα ἀκούεται καὶ συνδρομή, καὶ εἰστρέχει τις τῶν θεραπόντων, ἀσθμαίνων ἅμα καὶ
23.4
λέγων “Θέρσανδρος ζῇ καὶ πάρεστιν.” Ἦν δὲ ὁ Θέρσανδρος οὗτος ὁ τῆς Μελίτης ἀνήρ, ὃν ἐνόμιζε τεθνηκέναι κατὰ θάλασσαν. Τῶν γὰρ συνόντων αὐτῷ τινες οἰκετῶν, ὡς περιετράπη τὸ σκάφος, σωθέντες καὶ νομίσαντες ἀπολωλέναι, τοῦτο ἀπαγγείλαντες ἔτυχον. Ἅμα οὖν ὁ οἰκέτης εἶπε καὶ ὁ Θέρσανδρος κατὰ πόδας εἰστρέχει· πάντα γὰρ τὰ περὶ ἐμοῦ πυθόμενος κατὰ τὴν ὁδόν, ἔσπευδε φθάσας καταλαβεῖν με.
23.5
Ἡ μὲν δὴ Μελίτη ἀνέθορεν ὑπ’ ἐκπλήξεως τοῦ παραλόγου καὶ περιβάλλειν ἐπεχείρει τὸν ἄνδρα· ὁ δὲ τὴν μὲν ὡς εἶχεν ὠθεῖ μάλα ἐρρωμένως, ἐμὲ δὲ ἰδὼν καὶ εἰπὼν “ὁ μοιχὸς οὗτοσ” ἐμπηδᾷ καὶ ῥαπίζει με κατὰ κόρρης πληγὴν θυμοῦ γέμουσαν, ἑλκύσας δὲ τῶν τριχῶν ῥάσσει πρὸς τοὔδαφος καὶ προσπίπτων κατακόπτει με πληγαῖς.