Kitap 5
22.2
Ὡς δὲ ἦλθε “τὰ μὲν ἐμὰ ὅπως ἔσχεν” ἔφη “πρὸς σὲ φιλανθρωπίας, περισσὸν εἰδυίᾳ σοι λέγειν· ἀλλ’ ἐν οἷς ἂν δύνῃ, τὴν ἴσην ἀπότισαί μοι χάριν. Ἀκούω τὰς Θετταλὰς ὑμᾶς ὧν ἂν ἐρασθῆτε μαγεύειν οὕτως, ὥστε μὴ πρὸς ἑτέραν ἔτι τὸν ἄνθρωπον ἀποκλίνειν γυναῖκα, πρός τε τὴν μαγεύουσαν οὕτως ἔχειν, ὡς πάντα νομίζειν ἐκείνην αὑτῷ.
22.3
Ἐμοὶ τοῦτο, φιλτάτη, φλεγομένῃ πάρασχε φάρμακον. Τὸν νεανίσκον εἶδες, τὸν ἅμα ἐμοὶ χθὲς βαδίζοντα;” “Τὸν ἄνδρα” ἔφη “λέγεις τὸν σόν;” ὑπολαβοῦσαπάνυ κακοήθως ἡ Λευκίππη· ʽτοῦτο γὰρ ἀκήκοα παρὰ τῶν κατὰ τὴν οἰκίαν.ʼ “Ποῖον ἄνδρα;” ἡ Μελίτη εἶπεν· “οὐδὲν κοινόν ἐστιν ἐμοὶ καὶ τοῖς λίθοις.
22.4
Ἀλλά με παρευδοκιμεῖ τις νεκρά· οὔτε γὰρ ἐσθίων οὔτε κοιμώμενος ἐπιλαθέσθαι δύναται τοῦ Λευκίππης ὀνόματος· τοῦτο γὰρ αὐτὴν καλεῖ. Ἐγὼ δέ, φίλη, μηνῶν τεσσάρων ἐν Ἀλεξανδρείᾳ δι’ αὐτὸν διέτριψα δεομένη, λιπαροῦσα, ὑπισχνουμένη, τί γὰρ οὐ λέγουσα,
22.5
τί δὲ οὐ ποιοῦσα τῶν ἀρέσαι δυναμένων. Ὁ δὲ σιδηροῦς τις ἢ ξύλινος ἦν ἄρα πρὸς τὰς δεήσεις τὰς ἐμάς, μόλις δὲ τῷ χρόνῳ πείθεται· ἐπείσθη δὲ μέχρι τῶν ὀμμάτων. Ὄμνυμι γάρ σοι τὴν Ἀφροδίτην αὐτὴν ὡς ἤδη πέμπτην ἡμέραν αὐτῷ συγκαθεύδουσα οὕτως ἀνέστην ὡς ἀπ’ εὐνούχου· ἔοικα δὲ εἰκόνος ἐρᾶν· μέχρι γὰρ τῶν ὀμμάτων ἔχω τὸν ἐρώμενον.
22.6
Δέομαι δέ σου γυναικὸς γυνὴ τὴν αὐτὴν δέησιν, ἣν καὶ σύ μου χθὲς ἐδεήθης· δός μοί τι ἐπὶ τοῦτον τὸν ὑπερήφανον· σώσεις γάρ μου τὴν φυχὴν διαρρεύσασαν ἤδη.” Ὡς οὖν ἤκουσεν ἡ Λευκίππη,