Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 4

9.4 Κομίσαντες οὖν βρόχους ἔδησαν τὴν ἀθλίαν. Ὡς δὲ εἶδον αὐτῆς περὶ τὰς χεῖρας τὰ δεσμά, ἐδεόμην Μενελάου τῶν πολλῶν ἀπηλλαγμένων ἤδη “λύσατε” λέγων, “ἱκετεύω, λύσατε· οὐ φέρουσι δεσμὸν χεῖρες ἁπαλαί· ἐάσατέ με σὺν αὐτῇ· μόνος ἐγὼ περιπτυξάμενος αὐτῇ δεσμὸς ἔσομαι· μαινέσθω κατ’ ἐμοῦ.
9.5 Τί γάρ με καὶ ξῆν ἔτι δεῖ; οὐ γνωρίζει με Λευκίππη παρόντα, κεῖται δέ μοι δεδεμένη, καὶ ὁ ἀναιδὴς ἐγὼ λῦσαι δυνάμενος οὐκ ἐθέλω. Ἐπὶ τούτῳ ἡμᾶς σέσωκεν ἡ Τύχη ἐκ τῶν λῃστῶν, ἵνα γένῃ μανίας παιδιά;
9.6 ὦ δυστυχεῖς ἡμεῖς, ὅταν εὐτυχήσωμεν. Τοὺς οἴκοι φόβους ἐκπεφεύγαμεν, ἵνα ναυαγίαν δυστυχήσωμεν· ἐκ τῆς θαλάσσης περιγεγόναμεν· ἐκ τῶν λῃστῶν ἀνασεσώσμεθα·
9.7 μανίᾳ γὰρ ἐτηρούμεθα. Ἐγὼ μέν, ἂν σωφρονήσῃς, φιλτάτη, φοβοῦμαι πάλιν τὸν δαίμονα μή τί σοι κακὸν ἐργάσηται. Τίς οὖν ἡμῶν κακοδαιμονέστερος, οἳ φοβούμεθα καὶ τὰ εὐτυχήματα; ἀλλ’ εἰ μόνον μοι σωφρονήσειας καὶ σεαυτὴν ἀπολάβοις, παιζέτω πάλιν ἡ Τύχη.”
10.1 Ταῦτά με λέγοντα παρηγόρουν οἱ ἀμφὶ τὸν Μενέλαον, φάσκοντες μὴ ἔμμονα εἶναι τὰ τοιαῦτα νοσήματα, πολλάκις δὲ ἡλικίας ζεούσης ὑπάρχειν. ʽΤὸ γὰρ αἷμα πάντη νεάζον καὶ ὑπὸ πολλῆς ἀκμῆς ἀναζέον ὑπερβλύζει πολλάκις τὰς φλέβας, καὶ τὴν κεφαλὴν ἔνδον περικλύζον βαπτίζει τοῦ λογισμοῦ τὴν ἀναπνοήν.
10.2 Δεῖ οὖν ἰατροὺς μεταπέμπειν καὶ θεραπείαν προσφέρειν.ʼ Πρόσεισιν οὖν τῷ στρατηγῷ ὁ Μενέλαος καὶ δεῖται τὸν τοῦ στρατοπέδου ἰατρὸν μετακαλέσασθαι, κἀκεῖνος ἄσμενος ἐπείσθη· χαίρουσι γὰρ οἱ ἐρῶντες εἰς τὰ ἐρωτικὰ προστάγματα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi