Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 4

6.3 ὅσους ἂν θέλῃ.” Λέγει οὖν ὁ Μενέλαος “τοὺς μὲν χρυσοῦς ἔχε καὶ φύλαττε τοῖς τὰς χάριτας πιπράσκουσιν· ἐγὼ δὲ φίλος ὢν πειράσομαι γενέσθαι σοι χρήσιμος.” Ταῦτα εἰπὼν ἔρχεται πρός με καὶ πάντα καταγορεύει. Ἐβουλευόμεθα οὖν τί δεῖ πράττειν. Ἔδοξε δὲ αὐτὸν ἀπατῆσαι·
6.4 τὸ γὰρ ἀντιλέγειν οὐκ ἀκίνδυνον ἦν, μὴ καὶ βίαν προσαγάγῃ· τὸ δὲ φεύγειν ἀδύνατον, πάντη μὲν λῃστῶν περικεχυμένων, τοσούτων δὲ στρατιωτῶν ἀμφ’ αὐτὸν ὄντων.
7.1 Μικρὸν οὖν διαλιπὼν ὁ Μενέλαος, ἀπελθὼν πρὸς τὸν Χαρμίδην “κατείργασται τὸ ἔργον” ἔφη, “καίτοι τὸ πρῶτον ἠρνεῖτο ἰσχυρῶς ἡ γυνή· δεομένου δέ μου καὶ ὑπομιμνήσκοντος τῆς εὐεργεσίας ἐπένευσεν.
7.2 Ἀξιοῖ δὲ δικαίαν δέησιν ὀλίγων αὐτῇ χαρίσασθαι προθεσμίαν ἡμερῶν, “ἔστ’ ἂν εἰς τὴν Ἀλεξάνδρειαν ἀφίκωμαι· κώμη γὰρ αὕτη καὶ ἐν ὄψει τὰ γινόμενα καὶ πολλοὶ μάρτυρες.” ” “Εἰς μακρὰν” ὁ Χαρμίδης εἶπε “δίδωσι τὴν χάριν.
7.3 Ἐν πολέμῳ δὲ τίς ἐπιθυμίαν ἀναβάλλεται; στρατιώτης δὲ ἐν χερσὶν ἔχων μάχην οἶδεν εἰ ζήσεται; τοσαῦται τῶν θανάτων εἰσὶν ὁδοί. Αἴτησαί μοι παρὰ τῆς Τύχης τὴν ἀσφάλειαν καὶ μενῶ. Ἐπὶ πόλεμον νῦν ἐξελεύσομαι βουκόλων· ἔνδον μου τῆς ψυχῆς ἄλλος πόλεμος κάθηται· στρατιώτης με πορθεῖ τόξον ἔχων, βέλος ἔχων·
7.4 νενίκημαι, πεπλήρωμαι βελῶν. Κάλεσον, ἄνθρωπε, ταχὺ τὸν ἰώμενον· ἐπείγει τὸ τραῦμα. Ἅψω πῦρ ἐπὶ τοὺς πολεμίους· ἄλλας δᾷδας ὁ ἔρως ἀνῆψε κατ’ ἐμοῦ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi