Kitap 4
18.4
Ἀρυσάμενος οὖν ὑάλου τῆς διαφανοῦς κύλικα, τὸ ὕδωρ ἑώρων ὑπὸ λευκότητος πρὸς τὸ ἔκπωμα ἁμιλλώμενον καὶ τὸ ἔκπωμα νικώμενον· γλυκὺ δὲ πινόμενον ἦν καὶ ψυχρὸν ἐν μέτρῳ τῆς ἡδονῆς· οἶδα γὰρ ἐνίους τῶν παρ’ Ἕλλησι ποταμῶν καὶ τιτρώσκοντας τούτῳ·
18.5
συνέκρινον αὐτοὺς τῷ ποταμῷ. Διὰ τοῦτο αὐτὸν ἄκρατον ὁ Αἰγύπτιος πίνων οὐ φοβεῖται, Διονύσου μὴ δεόμενος. Ἐθαύμασα δὲ αὐτῶν καὶ τὸν τρόπον τοῦ ποτοῦ. Οὔτε γὰρ ἀρύσαντες πίνειν ἐθέλουσιν οὔτε ἐκπωμάτων ἀνέχονται, ἔκπωμα αὐτουργὸν ἔχοντες· ἔκπωμα γὰρ αὐτοῖς ἐστιν ἡ χείρ.
18.6
Εἰ γάρ τις αὐτῶν διψήσειε πλέων, προκύψας ἐκ τῆς νεὼς τὸ μὲν πρόσωπον ἐς τὸν ποταμὸν προβέβληκε, τὴν δὲ χεῖρα εἰς τὸ ὕδωρ καθῆκε καὶ κοίλην βαπτίσας καὶ πλησάμενος ὕδατος ἀκοντίζει κατὰ τοῦ στόματος τὸ πῶμα καὶ τυγχάνει τοῦ σκοποῦ· τὸ δὲ κεχηνὸς περιμένει τὴν βολὴν καὶ δέχεται καὶ κλείεται καὶ οὐκ ἐᾷ τὸ ὕδωρ αὖθις ἔξω πεσεῖν.
19.1
Εἶδον δὲ καὶ ἄλλο θηρίον τοῦ Νείλου ὑπὲρ τὸν ἵππον τὸν ποτάμιον εἰς ἀλκὴν ἐπαινούμενον, κροκόδειλος δὲ ὄνομα ἦν αὐτῷ· παρήλλακτο δὲ τὴν μορφὴν εἰς ἰχθὺν ὁμοῦ καὶ θηρίον. Μέγας μὲν γὰρ ἐκ κεφαλῆς ἐς οὐράν, τὸ δὲ εὖρος τοῦ μεγέθους οὐ κατὰ λόγον.
19.2
Δορὰ μὲν φολίσι ῥυσή, τεφραία δὲ τῶν νώτων ἡ χρόα καὶ μέλαινα· ἡ γαστὴρ δὲ λευκή· πόδες τέτταρες εἰς τὸ πλάγιον ἠρέμα κυρτούμενοι, καθάπερ χερσαίας χελώνης· οὐρὰ μακρὰ καὶ παχεῖα καὶ ἐοικυῖα στερεῷ σώματι.
19.3
Οὐ γὰρ ὡς τοῖς ἄλλοις ἐπίκειται θηρίοις, ἀλλ’ ἔστι τῆς ῥάχεως ἓν ὀστοῦν τελευτὴ καὶ μέρος αὐτοῦ τῶν ὅλων. Ἐντέτμηται δὲ ἄνωθεν εἰς ἀκάνθας ἀναιδεῖς, οἷαι τῶν πριόνων εἰσὶν αἱ αἰχμαί.