Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 4

15.4 Ὤν δὲ φύσει φαρμακεὺς σκευάζει τι φάρμακον ἔρωτος καὶ πείθει τὸν διακονούμενον ὑμῖν Αἰγύπτιον λαβεῖν τὸ φάρμακον καὶ ἐγκαταμίξαι τῷ τῆς Λευκίππης ποτῷ. Λανθάνει δὲ ἀκράτῳ χρησάμενος τῷ φαρμάκῳ, καὶ τὸ φίλτρον εἰς μανίαν αἴρεται.
15.5 Ταῦτα γάρ μοι χθὲς ὁ τοῦ Γοργίου θεράπων διηγήσατο, ὃς ἔτυχεν αὐτῷ συστρατευσάμενος ἐπὶ τοὺς βουκόλους· ἔσωσε δὲ αὐτόν, ὡς εἰκός, ὑπὲρ ὑμῶν ἡ Τύχη. Αἰτεῖ δὲ χρυσοῦς τέτταρας ὑπὲρ τῆς ἰάσεως· ἔχει γάρ, φησίν, ἑτέρου φαρμάκου σκευήν, δι’ οὗ
15.6 λύσει τὸ πρότερον.” “Ἀλλὰ σοὶ μὲν” ἔφην “ἀγαθὰ γένοιτο τῆς διακονίας· τὸν δ’ ἄνθρωπον, ὃν λέγεις, ἄγε πρὸς ἡμᾶς.” Καὶ ὁ μὲν ἀπῆλθεν, ἐγὼ δὲ πρὸς τὸν Αἰγύπτιον εἰσελθὼν τύπτω αὐτὸν πὺξ κατὰ τῶν προσώπων καὶ δευτέραν καὶ τρίτην, θορυβῶν δὲ ἅμα λέγω “εἰπόν, τί δέδωκας Λευκίππῃ, καὶ πόθεν μαίνεται;” ὁ δὲ φοβηθεὶς καταλέγει πάντα, ὅσα ἡμῖν ὁ Χαιρέας διηγήσατο. Τὸν μὲν οὖν εἴχομεν ἐν φυλακῇ καθείρξαντες.
16.1 Κἀν τούτῳ παρῆν ὁ Χαιρέας, ἄγων τὸν ἄνθρωπον. Λέγω οὖν πρὸς ἀμφοτέρους “τοὺς μὲν τέτταρας χρυσοῦς ἤδη λάβετε μισθὸν ἀγαθῆς μηνύσεως· ἀκούσατε δὲ ὡς ἔχω περὶ τοῦ φαρμάκου. Ὁρᾶτε ὡς καὶ τῶν παρόντων τῇ γυναικὶ κακῶν αἴτιον γέγονε φάρμακον.
16.2 Οὐκ ἀκίνδυνον δὲ ἐπιφαρμάσσειν τὰ σπλάγχνα ἤδη πεφαρμαγμένα. Φέρε εἴπατε ὅ τι καὶ ἔχει τὸ φάρμακον τοῦτο, καὶ παρόντων ἡμῶν σκευάσατε· χρυσοῖ δὲ ὑμῖν ἄλλοι τέτταρες μισθός, ἄν οὕτω ποιῆτε.” Καὶ ὁ ἄνθρωπος “δίκαια” ἔφη “φοβῇ·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi