Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 4

13.2 Ἔμελλον δὲ οἱ μὲν γέροντες ἀνίσχοντες τὰς ἱκετηρίας πετάλων κόμαις καλύψειν τοὺς ὄπισθεν, οἱ δὲ ἑπόμενοι τὰς λόγχας ἐπισυρεῖν ὑπτίας, ὡς ἂν ἥκιστα ὀφθεῖεν. Κἂν μὲν ὁ στρατηγὸς πεισθῇ ταῖς τῶν γερόντων λιταῖς, μηδέν τι νεωτερίζειν τοὺς λογχοφόρους εἰς μάχην· εἰ δὲ μή, καλεῖν αὐτὸν ἐπὶ τὴν πόλιν,
13.3 ὡς σφᾶς αὐτοὺς διδόντων εἰς θάνατον. Ὅταν δὲ ἐν μέσῳ γένωνται τῷ στενωπῷ, τοὺς μὲν γέροντας ἀπὸ συνθήματος διαδιδράσκειν καὶ ῥίπτειν τὰς ἱκετηρίας, τοὺς δὲ ὡπλισμένους προδραμόντας ὅ τι καὶ δύναιντο ποιεῖν.
13.4 Παρῆσαν οὖν ἐσκευασμένοι τοῦτον τὸν τρόπον καὶ ἐδέοντο τοῦ στρατηγοῦ αἰδεσθῆναι μὲν αὐτῶν τὸ γῆρας, αἰδεσθῆναι δὲ τὰς ἱκετηρίας, ἐλεῆσαι δὲ τὴν πόλιν· ἐδίδοσαν δὲ αὐτῷ ἰδίᾳ μὲν ἀργυρίου τάλαντα ἑκατόν, πρὸς δὲ τὸν σατράπην ἄγειν ἄνδρας ἑκατὸν θέλοντας αὑτοὺς ὑπὲρ τῆς πόλεως διδόναι,
13.5 ὡς ἂν ἔχοι καὶ πρὸς ἐκεῖνον λάφυρον φέρειν. Καὶ ὁ λόγος αὐτοῖς οὐκ ἐψεύδετο, ἀλλ’ ἔδωκαν ἄν, εἰ λαβεῖν ἠθέλησεν. Ὡς δὲ οὐ προσίετο τοὺς λόγους, “οὐκοῦν” ἔφασαν οἱ γέροντες “εἰ ταῦτά σοι δέδοκται,
13.6 οἴσομεν τὴν εἱμαρμένην. Ἐν κακοῖς σὺ πάρασχε τὴν χάριν· μὴ ἔξω φονεύσῃς πυλῶν μηδὲ τῆς πόλεως μακράν, ἀλλ’ ἐπὶ τὴν πατρῴαν γῆν, ἐπὶ τὴν τῆς γενέσεως ἑστίαν ἄγε· τάφον ἡμῖν ποίησον τὴν πόλιν. Ἰδού σοι πρὸς τὸν θάνατον ἡγούμεθα.” Ταῦτα ἀκούσας ὁ στρατηγὸς τὴν μὲν παρασκευὴν τῆς μάχης ἀφίησι, κελεύει δὲ ἔρχεσθαι καθ’ ἡσυχίαν τῷ στρατῷ.
14.1 Ἦσαν δὲ τῶν πραττομένων σκοποὶ πόρρωθεν, οὕς οἱ βουκόλοι προκαθίσαντες ἐκέλευον, εἰ διαβαίνοντας ἴδοιεν τοὺς πολεμίους, τὸ χῶμα τοῦ ποταμοῦ κόψαντας ἐπαφεῖναι τὸ ὕδωρ πᾶν τοῖς ἐναντίοις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi