Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 4

10.3 Καὶ ὁ ἰατρὸς παρῆν καὶ λέγει “νῦν μὲν ὕπνον αὐτῇ παρασκευάσομεν, ὅπως τὸ ἄγριον τῆς ἀκμῆς ἡμερώσωμεν· ὕπνος γὰρ πάντων νοσημάτων φάρμακον· ἔπειτα δὲ καὶ τὴν λοιπὴν θεραπείαν προσοίσομεν.”
10.4 Δίδωσιν οὖν ἡμῖν φάρμακόν τι μικρόν, ὅσον ὀρόβου μέγεθος, καὶ κελεύει λύσαντας εἰς ἔλαιον ἐπαλεῖψαι τὴν κεφαλὴν μέσην· σκευάσειν δὲ ἔφη καὶ ἕτερον εἰς γαστρὸς αὐτῇ κάθαρσιν.
10.5 Ἡμεῖς μὲν οὖν ἃ ἐκέλευσεν ἐποιοῦμεν, ἡ δὲ ἐπαλειφθεῖσα μετὰ μικρὸν ἐκάθευδε τὸ ἐπίλοιπον τῆς νυκτὸς μέχρι τῆς ἕω. Ἐγὼ δὲ δι’ ὅλης τῆς νυκτὸς ἀγρυπνῶν ἔκλαον παρακαθήμενος καὶ βλέπων τὰ δεσμὰ ἔλεγον “οἴμοι, φιλτάτη, δέδεσαι καὶ καθεύδουσα· οὐδὲ τὸν ὕπνον ἐλεύθερον ἔχεις.
10.6 Τίνα ἄρα σου τὰ φαντάσματα; ἆρα κἂν κατὰ τοὺς ὕπνους σωφρονεῖς, ἢ μαίνεταί σου καὶ τὰ ὀνείρατα;” Ἐπεὶ δ’ ἀνέστη, πάλιν ἄσημα ἐβόα· καὶ ὁ ἰατρὸς παρῆν καὶ τὴν ἄλλην θεραπείαν ἐθεράπευεν.
11.1 Ἐν τούτῳ δὴ ἔρχεταί τις παρὰ τοῦ τῆς Αἰγύπτου σατράπου, κομίζων ἐπιστολὴν τῷ στρατηγῷ. Ἐπέσπευδε δὲ αὐτόν, ὡς εἰκός, ἐπὶ τὸν πόλεμον τὰ γράμματα· ἐκέλευσε γὰρ εὐθὺς πάντας ἐν τοῖς ὅπλοις γενέσθαι ὡς ἐπὶ τοὺς βουκόλους.
11.2 Αὐτίκα δὴ μάλα ἐξορμήσαντες, εὐθὺς ἕκαστος, ὡς εἶχε τάχους, ἐπὶ τὰ ὅπλα ἐχώρουν καὶ παρῆσαν ἅμα τοῖς λοχαγοῖς. Τότε μὲν οὖν αὐτοῖς δοὺς τὸ σύνθημα καὶ κελεύσας αὐτοῖς στρατοπεδεύεσθαι καθ’ αὑτὸν ἦν· τῇ δ’ ὑστεραίᾳ ἅμα τῇ ἡμέρᾳ τὸ στράτευμα ἐξῆγεν ἐπὶ τοὺς πολεμίους.
11.3 Εἶχε δὲ αὐτοῖς οὕτω τῆς κώμης ἡ θέσις. Ὁ Νεῖλος ῥεῖ μὲν ἄνωθεν ἐκ Θηβῶν τῶν Αἰγυπτίων εἷς ὢν ἄχρι Μέμφεως καὶ ἔστι μικρὸν κάτω “Κερκάσωρος ὄνομα τῇ κώμῃ” πρὸς τῷ τέλει τοῦ μεγάλου ῥεύματος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi