Kitap 4
1.1
Ἔδοξεν οὖν τῷ στρατηγῷ μαθόντι τήν τε τῶν ἐναντίων παρασκευὴν καὶ τὴν τῶν συμμάχων ἀναβολὴν εἰς τὴν κώμην ἀναστρέψαι πάλιν, ὅθενπερ ἐξωρμήσαμεν, ἔστ’ ἂν οἱ σύμμαχοι παραγένωνται· ἐμοὶ δέ τις οἶκος ἀπετέτακτο ἅμα τῇ Λευκίππῃ μικρὸν ἀνωτέρω τῆς τοῦ στρατηγοῦ καταγωγῆς.
1.2
Καὶ ὡς εἴσω παρῆλθον, περιπτυξάμενος αὐτὴν οἷός τε ἤμην ἀνδρίζεσθαι. Ὡς δ’ οὐκ ἐπέτρεπε “μέχρι πότε”
1.3
εἶπον “χηρεύομεν τῶν τῆς Ἀφροδίτης ὀργίων; οὐχ ὁρᾷς οἷα ἐκ παραλόγου γίνεται, ναυαγία καὶ λῃσταὶ καὶ θυσίαι καὶ σφαγαί; ἀλλ’ ἕως ἐν γαλήνῃ τῆς τύχης ἐσμέν, ἀποχρησώμεθα τῷ καιρῷ, πρίν τι χαλεπώτερον ἡμᾶς ἐπισχεῖν.” Ἡ δὲ “ἀλλ’ οὐ θέμισ”
1.4
ἔφη “τοῦτο ἤδη γενέσθαι. Ἡ γάρ μοι θεὸς Ἄρτεμις ἐπιστᾶσα πρῴην κατὰ τοὺς ὕπνους, ὅτε ἔκλαον μέλλουσα σφαγήσεσθαι “μὴ νῦν” ἔφη “κλᾶε· οὐ γὰρ τεθνήξῃ· βοηθὸς γὰρ ἐγώ σοι παρέσομαι· μενεῖς δὲ παρθένος, ἔστ’ ἄν σε νυμφοστολήσω· ἄξεται δέ σε
1.5
ἄλλος οὐδεὶς ἢ Κλειτοφῶν.” ” Ἐγὼ δὲ τὴν μὲν ἀναβολὴν ἠχθόμην, ταῖς δὲ τοῦ μέλλοντος ἐλπίσιν ἡδόμην· ὡς δ’ ἤκουσα τὸ ὄναρ, ἀναμιμνήσκομαι προσόμοιον ἰδὼν ἐνύπνιον.
1.6
Ἐδόκουν γὰρ τῇ παρελθούσῃ νυκτὶ νεὼν Ἀφροδίτης ἰδεῖν καὶ τὸ ἄγαλμα ἔνδον εἶναι τῆς θεοῦ· ὡς δὲ πλησίον ἐγενόμην προσευξόμενος,
1.7
κλεισθῆναι τὰς θύρας. Ἀθυμοῦντι δέ μοι γυναῖκα ἐκφανῆναι κατὰ τὸ ἄγαλμα τὴν μορφὴν ἔχουσαν, καὶ “νῦν” εἶπεν “οὐκ ἔξεστί σοι παρελθεῖν εἴσω τοῦ νεώ· ἢν δὲ ὀλίγον ἀναμείνῃς χρόνον, οὐκ ἀνοίξω σοι μόνον, ἀλλὰ καὶ ἱερέα σε ποιήσω τῆς