Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 3

7.9 Ἄρχεται μὲν γὰρ ἡ κώπη κάτωθεν ἀμφοῖν ἐκ μιᾶς, καί ἐστιν ἐφ’ ἡμίσει τοῦ σιδήρου ξίφος, ἐντεῦθεν δὲ ἀπορραγὲν τὸ μὲν ὀξύνεται, τὸ δὲ ἐπικάμπτεται. Καὶ τὸ μὲν ἀπωξυσμένον μένει ξίφος, ὡς ἤρξατο, τὸ δὲ καμπτόμενον δρέπανον γίνεται, ἵνα μιᾷ πληγῇ τὸ μὲν ἐρείδῃ τὴν σφαγήν, τὸ δὲ κρατῇ τὴν τομήν. Τὸ μὲν τῆς Ἀνδρομέδας δρᾶμα τοῦτο.
8.1 Ἑξῆς δὲ τὸ τοῦ Προμηθέως ἐγεγόνει. Δέδεται μὲν ὁ Προμηθεὺς σιδήρῳ καὶ πέτρᾳ, ὥπλισται δὲ Ἡρακλῆς τόξῳ καὶ δόρατι. Ὄρνις ἐς τὴν τοῦ Προμηθέως γαστέρα τρυφᾷ· ἕστηκε γὰρ αὐτὴν ἀνοίγων,
8.2 ἤδη μὲν ἀνεῳγμένην· ἀλλὰ τὸ ῥάμφος ἐς τὸ ὄρυγμα καθεῖται, καὶ ἔοικε διορύττειν τὸ τραῦμα καὶ ζητεῖν τὸ ἧπαρ· τὸ δὲ ἐκφαίνεται τοσοῦτον, ὅσον ἀνέῳξεν ὁ γραφεὺς τὸ διόρυγμα τοῦ τραύματος· ἐπερείδει δὲ τῷ μηρῷ τῷ τοῦ Προμηθέως τὰς τῶν ὀνύχων ἀκμάς.
8.3 Ὁ δὲ ἀλγῶν πάντη συνέσταλται καὶ τὴν πλευρὰν συνέσπασται καὶ τὸν μηρὸν ἐγείρει καθ’ αὑτοῦ· εἰς γὰρ τὸ ἧπαρ συνάγει τὸν ὄρνιν· ὁ δὲ ἕτερος αὐτῷ τοῖν ποδοῖν τῷ σπασμῷ ὄρθιος ἀντιτείνεται κάτω καὶ εἰς τοὺς δακτύλους ἀποξύνεται.
8.4 Τὸ δ’ ἄλλο σχῆμα δείκνυσι τὸν πόνον· κεκύρτωται τὰς ὀφρῦς, συνέσταλται τὸ χεῖλος, φαίνει τοὺς ὀδόντας. Ἠλέησας ἂν ὡς ἀλγοῦσαν καὶ τὴν γραφήν.
8.5 Ἀναφέρει δὲ λυπούμενον Ἡρακλῆς. Ἕστηκε γὰρ τοξεύων τοῦ Προμηθέως τὸν δήμιον· ἐνήρμοσται τῷ τόξῳ τὸ βέλος, τῇ λαιᾷ προβέβληται τὸ κέρας ὠθῶν, ἐπὶ μαζὸν ἕλκει τὴν δεξιάν, ἕλκων τὸ νεῦρον κεκύρτωται κατόπιν τὸν ἀγκῶνα.
8.6 Πάντα οὖν ὁμοῦ πτύσσεται, τὸ τόξον, τὸ νεῦρον, ἡ δεξιά. Συνάγεται μὲν ὑπὸ τοῦ νεύρου τὸ τόξον, διπλοῦται δὲ ὑπὸ τῆς χειρὸς τὸ νεῦρον,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi