Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 3

2.6 Ἦν δὲ καὶ τὰ ἐγκάρσια τῶν κυμάτων ἑκατέρωθεν φοβερώτερα. Ἀναβαίνουσα μὲν γὰρ ἐπὶ τὴν ναῦν ἡ θάλασσα διὰ τῶν γέρρων ἐκυλίετο καὶ ἐκάλυπτε πᾶν τὸ σκάφος.
2.7 Τὸ γὰρ κῦμα αἰρόμενον ὑψοῦ, ψαῦον αὐτῶν τῶν νεφῶν, πόρρωθεν μὲν πρὸς ἀντιπρόσωπον ἐφαίνετο τῷ σκάφει μέγεθος οἷον προσιὸν δὲ βλέπων καταποθήσεσθαι τὴν ναῦν προσεδόκησας.
2.8 Ἦν οὖν ἀνέμων μάχη καὶ κυμάτων· ἡμεῖς δὲ οὐκ ἠδυνάμεθα κατὰ χώραν μένειν ὑπὸ τοῦ τῆς νεὼς σεισμοῦ. Συμμιγὴς δὲ πάντων ἐγίνετο βοή· ἐρρόχθει τὸ κῦμα, ἐπάφλαζε τὸ πνεῦμα, ὀλολυγμὸς γυναικῶν, ἀλαλαγμὸς ἀνδρῶν, κελευσμὸς ναυτῶν, πάντα θρήνων καὶ κωκυτῶν ἀνάμεστα.
2.9 Καὶ ὁ κυβερνήτης ἐκέλευε ῥίπτειν τὸν φόρτον· διάκρισις δ’ οὐκ ἦν ἀργύρου καὶ χρυσοῦ πρὸς ἄλλο τι τῶν εὐτελῶν, ἀλλὰ πάνθ’ ὁμοίως ἠκοντίζομεν ἔξω τῆς νεώς· πολλοὶ δὲ καὶ τῶν ἐμπόρων αὐτοὶ τῶν οἰκείων λαμβάνοντες, ἐν οἷς εἶχον τὰς ἐλπίδας, ἐώθουν ἐπειγόμενοι. Καὶ ἦν ἤδη ἡ ναῦς τῶν ἐπίπλων γυμνή· ὁ δὲ χειμὼν οὐκ ἐσπένδετο.
3.1 Τέλος ὁ κυβερνήτης ἀπειπὼν ῥίπτει μὲν τὰ πηδάλια ἐκ τῶν χειρῶν, ἀφίησι δὲ τὸ σκάφος τῇ θαλάσσῃ καὶ εὐτρεπίζει ἤδη τὴν ἐφολκίδα καὶ τοῖς ναύταις ἐμβαίνειν κελεύσας τῆς ἀποβάθρας ἦρχεν· οἱ δὲ εὐθὺς κατὰ πόδας ἐξήλλοντο.
3.2 Ἔνθα δὴ καὶ τὰ δεινὰ ἦν καὶ ἦν μάχη χειροποίητος. Οἱ μὲν γὰρ ἐπιβάντες ἤδη τὸν κάλων ἔκοπτον, ὃς συνέδει τὴν ἐφολκίδα τῷ σκάφει· τῶν δὲ πλωτήρων ἕκαστος ἔσπευδον μεταπηδᾶν ἔνθα καὶ τὸν κυβερνήτην ἑωράκεσαν, ἐφείλκοντό τε τὸν κάλων· οἱ δ’ ἐκ τῆς ἐφολκίδος μεταβαίνειν οὐκ ἐπέτρεπον·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi