Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 3

24.3 ἐπὶ τοὺς βαρβάρους.” Καὶ ἅμα λέγοντος αὐτοῦ παῖς εἰστρέχει τις λέγων ἀπὸ τοῦ Δέλτα πρόδρομον ἥκειν τοὐκεῖθεν στρατοπέδου καὶ πέντε λέγειν ἄλλων ἡμερῶν διατρίβειν τοὺς δισχιλίους· τοὺς γὰρ βαρβάρους κατατρέχοντας πεπαῦσθαι· μελλούσης δὲ ἥκειν τῆς δυνάμεως τὸν ὄρνιν αὐτοῖς ἐπιδημῆσαι τὸν ἱερὸν φέροντα τοῦ πατρὸς τὴν ταφήν· ἀνάγκην δ’ εἶναι τὴν ἔξοδον ἐπισχεῖν τοσούτων ἡμερῶν.
25.1 “Καὶ τίς ὁ ὄρνις οὗτος, ὅστισ” ἔφην “τοσαύτης τιμῆς ἠξίωται; ποίαν δὲ καὶ κομίζει ταφήν;” “Φοίνιξ μὲν ὁ ὄρνις ὄνομα, τὸ δὲ γένος Αἰθίοψ, μέγεθος κατὰ ταών·
25.2 τῇ χρόᾳ ταὼς ἐν κάλλει δεύτερος. Κεκέρασται μὲν τὰ πτερὰ χρυσῷ καὶ πορφύρᾳ, αὐχεῖ δὲ τὸν Ἥλιον δεσπότην· καὶ ἡ κεφαλὴ μαρτυρεῖ, ἐστεφάνωσε γὰρ αὐτὴν κύκλος εὐφεγγής· ἡλίου δέ ἐστιν ὁ τοῦ κύκλου στέφανος εἰκών.
25.3 Κυάνεός ἐστιν, ῥόδοις ἐμφερής, εὐειδὴς τὴν θέαν, ἀκτῖσι κομᾷ, καί εἰσιν αὗται πτερῶν ἀνατολαί· μερίζονται δὲ αὐτοῦ Αἰθίοπες μὲν τὴν ζωήν, Αἰγύπτιοι δὲ τὴν τελευτήν.
25.4 Ἐπειδὰν γὰρ ἀποθάνῃ “σὺν χρόνῳ δὲ τοῦτο πάσχει μακρῷ” , ὁ παῖς αὐτὸν ἐπὶ τὸν Νεῖλον φέρει, σχεδιάσας αὐτῷ καὶ τὴν ταφήν. Σμύρνης γὰρ βῶλον τῆς εὐωδεστάτης, ὅσον ἱκανὸν πρὸς ὄρνιθος ταφήν, ὀρύττει τε τῷ στόματι καὶ κοιλαίνει κατὰ μέσον, καὶ τὸ ὄρυγμα θήκη γίνεται τῷ νεκρῷ.
25.5 Ἐνθεὶς δὲ καὶ ἐναρμόσας τὸν ὄρνιν τῇ σορῷ καὶ κλείσας τὸ χάσμα γηίνῳ χώματι ἐπὶ τὸν Νεῖλον οὕτως ἵπταται τὸ ἔργον φέρων. Ἕπεται δὲ αὐτῷ χορὸς ἄλλων ὀρνίθων ὥσπερ δορυφόρων καὶ ἔοικεν ὁ ὄρνις ἀποδημοῦντι βασιλεῖ καὶ τὴν πόλιν οὐ πλανᾶται τὴν Ἡλίου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi