Kitap 3
21.3
Πάντως δὲ καὶ ὁ χρησμὸς ἡμῖν εἰς τὸ λαθεῖν χρήσιμος. Ὁλοκλήρως γὰρ αὐτὴν ἐσταλμένην δι’ αὐτῆς ἀνατμηθῆναι μέσην τῆς ἐσθῆτος λέγει ὁ χρησμός. Ὁρᾷς τοῦτο τὸ ξίφος ὡς ἔχει μηχανῆς.
21.4
Ἂν γὰρ ἐρείσῃ τις ἐπί τινος σώματος, φεύγει πρὸς τὴν κώπην ὥσπερ εἰς κουλεόν· καὶ οἱ μὲν ὁρῶντες δοκοῦσι βαπτίζεσθαι τὸν σίδηρον κατὰ τοῦ σώματος, ὁ δὲ εἰς τὸν χηραμὸν τῆς κώπης ἀνέδραμε, μόνην δὲ καταλείπει τὴν αἰχμήν, ὅσον τὴν πλαστὴν γαστέρα τεμεῖν καὶ τὴν κώπην ἐν χρῷ τοῦ σφαζομένου τυχεῖν· κἂν ἀποσπάσῃ τις τὸν σίδηρον ἐκ τοῦ τραύματος, καταρρεῖ πάλιν ἐκ τοῦ χηραμοῦ τὸ ξίφος, ὅσον τῆς κώπης ἀνακουφίζεται τὸ μετέωρον καὶ τὸν αὐτὸν τρόπον τοὺς ὁρῶντας ἀπατᾷ.
21.5
Δοκεῖ γὰρ τοσοῦτον καταβῆναι ἐν τῇ σφαγῇ, ὅσον ἄνεισιν ἐκ τῆς μηχανῆς. Τούτων οὖν γενομένων, οὐκ ἂν εἰδεῖεν οἱ λῃσταὶ τὴν τέχνην. Τά τε γὰρ δέρματα ἀποκέκρυπται, τά τε σπλάγχνα τῇ σφαγῇ προπηδήσεται, ἅπερ ἡμεῖς ἐξελόντες ἐπὶ τῷ βωμῷ θύσομ
21.6
Καὶ τοὐντεῦθεν οὐκέτι προσίασιν οἱ λῃσταὶ τῷ σώματι, ἀλλ’ ἡμεῖς εἰς τὴν σορὸν καταθήσομεν. Ἀκήκοας τοῦ λῃστάρχου μικρῷ πρόσθεν εἰπόντος δεῖν τι τολμηρὸν ἐπιδείξασθαι πρὸς αὐτούς, ὥστε ἔστι σοι προσελθεῖν αὐτῷ καὶ ὑποσχέσθαι ταύτην τὴν ἐπίδειξιν.” Ταῦτα λέγων ἐδεόμην Δία Ξένιον καλῶν καὶ κοινῆς ἀναμιμνήσκων τραπέζης καὶ κοινῆς ναυαγίας.”
22.1
“Ὁ δὲ χρηστὸς οὗτος “μέγα μὲν” ἔφη “τὸ ἔργον, ἀλλ’ ὑπὲρ φίλου, κἂν ἀποθανεῖν δεήσῃ, καλὸς ὁ κίνδυνος, γλυκὺς ὁ θάνατος.” “Νομίζω δὲ” ἔφην “ζῆν καὶ Κλειτοφῶντα.