Kitap 3
18.1
Μόλις οὖν ἀναζωπυρήσας λέγω πρὸς τὸν· Μενέλαον “οὐκ ἐρεῖς μοι τί ταῦτα; οὐχὶ Λευκίππην ὁρῶ; ταύτην οὐ κρατῶ καὶ ἀκούω λαλούσης; ἃ οὖν χθὲς ἐθεασάμην τίνα ἦν; ἢ γὰρ ἐκεῖνά ἐστιν ἢ ταῦτα ἐνύπνια.
18.2
Ἀλλ’ ἰδοὺ καὶ φίλημα ἀληθινὸν καὶ ζῶν, ὡς κἀκεῖνο τὸ τῆς Λευκίππης γλυκύ.” “Ἀλλὰ νῦν” ὁ Μενέλαος ἔφη “καὶ τὰ σπλάγχνα ἀπολήψεται καὶ τὰ στέρνα συμφύσεται καὶ ἄτρωτον ὄψει. Ἀλλ’ ἐπικάλυψαί σου τὸ πρόσωπον· καλῶ γὰρ τὴν Ἑκάτην ἐπὶ τὸ ἔργον.” Ἐγὼ δὲ πιστεύσας ἐνεκαλυψάμην.
18.3
Ὁ δὲ ἄρχεται τερατεύεσθαι καὶ λόγον τινὰ καταλέγειν· καὶ ἅμα λέγων περιαιρεῖ τὰ μαγγανεύματα τὰ ἐπὶ τῇ γαστρὶ τῆς Λευκίππης καὶ ἀποκατέστησεν εἰς τὸ ἀρχαῖον,
18.4
λέγει τέ μοι “ἀποκάλυψαι.” Κἀγὼ μόλις μὲν καὶ φοβούμενος ʽἀληθῶς γὰρ ᾤμην τὴν Ἑκάτην παρεῖναἰ, ὅμως δ’ οὖν ἀπέστησα τῶν ὀφθαλμῶν τὰς χεῖρας καὶ ὁλόκληρον τὴν Λευκίππην ὁρῶ.
18.5
Ἔτι μᾶλλον οὖν ἐκπλαγεὶς ἐδεόμην τοῦ Μενελάου λέγων “ὦ φίλτατε Μενέλαε, εἰ διάκονός τις εἶ θεῶν, δέομαί σου, ποῦ γῆς εἰμι καὶ τίνα ποτὲ ταῦτα ὁρῶ;” Καὶ ἡ Λευκίππη “καῦσαι” ἔφη “Μενέλαε, δεδιττόμενος αὐτόν, λέγε δὲ πῶς τοὺς λῃστὰς ἠπάτησας.”
19.1
Ὁ οὖν Μενέλαος λέγει “οἶδας ὡς Αἰγύπτιός εἰμι τὸ γένος· φθάνω γάρ σοι ταῦτα εἰπὼν ἐπὶ τῆς νεώς. Ἦν οὖν μοι τὰ πλεῖστα τῶν κτημάτων περὶ ταύτην τὴν κώμην καὶ οἱ ἄρχοντες αὐτῆς γνώριμοι.