Kitap 3
17.1
Ταῦτα εἰπὼν ἀνατείνω τὸ ξίφος ἄνω, ὡς καθήσων ἐμαυτῷ κατὰ τῆς σφαγῆς, καὶ ὁρῶ δύο τινὰς ἐξ ἐναντίας ʽσεληναία δὲ ἦν’ σπουδῇ θέοντας. Ἐπέσχον οὖν λῃστὰς εἶναι δοκῶν, ὡς ἂν ὑπ’ αὐτῶν ἀποθάνοιμι.
17.2
Ἐν τούτῳ δὲ ἐγγὺς ἐγένοντο καὶ ἀναβοῶσιν ἄμφω· Μενέλαος δὲ ἦν καὶ ὁ Σάτυρος. Ἐγὼ δὲ ἄνδρας ἰδὼν ἐκ παραλόγου ζῶντας φίλους οὔτε περιεπτυξάμην, οὔτ’ ἐξεπλάγην ὑφ’ ἡδονῆς· τοσοῦτον ἡ λύπη με τῆς συμφορᾶς ἐξεκώφωσε.
17.3
Λαμβάνονται δή μου τῆς δεξιᾶς καὶ ἐπεχείρουν ἀφαιρεῖσθαι τὸ ξίφος· ἐγὼ δὲ “πρὸς θεῶν” ἔφην “μή μοι φθονήσητε θανάτου καλοῦ, μᾶλλον δὲ φαρμάκου τῶν κακῶν· οὐδὲ γὰρ ζῆν ἔτι δύναμαι, κἂν νῦν με βιάσησθε,
17.4
Λευκίππης οὕτως ἀνῃρημένης. Τοῦτο μὲν γὰρ ἀφαιρήσεσθέ μου τὸ ξίφος, τὸ δὲ τῆς ἐμῆς λύπης ξίφος ἔνδον καταπέπηγε καὶ τέμνει κατ’ ὀλίγον. Ἀθανάτῳ σφαγῇ ἀποθνήσκειν με βούλεσθε;” Λέγει οὖν ὁ Μενέλαος “ἀλλ’ εἰ διὰ τοῦτο θέλεις ἀποθανεῖν, ὥρα σοι τὸ ξίφος ἐπισχεῖν· Λευκίππη δέ σοι νῦν ἀναβιώσεται.”
17.5
Βλέψας οὖν πρὸς αὐτὸν “ἔτι μου καταγελᾷσ” ἔφην “ἐπὶ τηλικούτῳ κακῷ; εὖ γε, Μενέλαε, Ξενίου μέμνησαι Διός.” Ὁ δὲ δρούσας τὴν σορὸν “ἐπεὶ τοίνυν ἀπιστεῖ Κλειτοφῶν” ἔφη, “σύ μοι, Λευκίππη,
17.6
μαρτύρησον, εἰ ζῇς.” Ἅμα δὲ εἶπε καὶ δίς που καὶ τρὶς ἐπάταξε τὴν σορόν, καὶ κάτωθεν ἀκούω φωνῆς πάνυ λεπτῆς. Τρόμος οὖν εὐθὺς ἴσχει με καὶ πρὸς τὸν Μενέλαον ἀπέβλεπον, μάγον εἶναι δοκῶν.
17.7
Ὁ δὲ ἀνέῳγεν ἅμα τὴν σορὸν καὶ ἡ Λευκίππη κάτωθεν ἀνέβαινε, φοβερὸν θέαμα, ὦ θεοί, καὶ φρικωδέστατον. Ἀνέῳκτο μὲν ἡ γαστὴρ αὐτῆς πᾶσα καὶ ἦν ἐντέρων κενή· ἐπιπεσοῦσα δέ μοι περιπλέκεται καὶ συνέφυμεν καὶ ἄμφω κατεπέσομεν.