Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 3

8.7 κλίνεται δὲ ἐπὶ μαζὸν ἡ χείρ. Ὁ δὲ Προμηθεὺς μεστός ἐστιν ἐλπίδος ἅμα καὶ φόβου· πῇ μὲν γὰρ εἰς τὸ ἕλκος, πῇ δὲ εἰς τὸν Ἡρακλέα βλέπει, καὶ θέλει μὲν αὐτὸν ὅλοις τοῖς ὀφθαλμοῖς ἰδεῖν, ἕλκει δὲ τὸ ἥμισυ τοῦ βλέμματος ὁ πόνος.
9.1 Ἐνδιατρίψαντες οὖν ἡμερῶν δύο καὶ ἀναλαβόντες ἑαυτοὺς ἐκ τῶν κακῶν, ναῦν Αἰγυπτίαν μισθωσάμενοι ʽεἴχομεν δὲ ὀλίγον χρυσίον, ὅπερ ἐτύχομεν ἐζωσμένοἰ διὰ τοῦ Νείλου τὸν πλοῦν ἐπ’ Ἀλεξάνδρειαν ἐποιούμεθα, μάλιστα μὲν ἐκεῖ διεγνωκότες ποιήσασθαι τὴν διατριβὴν καὶ νομίζοντες ταύτῃ τάχα τοὺς φίλους εὑρήσειν προσενεχθέντας.
9.2 Ἐπεὶ δ’ ἐγενόμεθα κατά τινα πόλιν, ἐξαίφνης βοῆς ἀκούομεν πολλῆς. Καὶ ὁ ναύτης εἰπὼν “ὁ βουκόλοσ” μεταστρέφει τὴν ναῦν, ὡς ἐπαναπλεύσων εἰς τοὐπίσω, καὶ ἅμα πλήρης ἦν ἡ γῆ φοβερῶν καὶ ἀγρίων ἀνθρώπων· μεγάλοι μὲν πάντες, μέλανες δὲ τὴν χρόαν, οὐ κατὰ τὴν τῶν Ἰνδῶν τὴν ἄκρατον, ἀλλ̓ οἷος ἂν γένοιτο νόθος Αἰθίοψ, ψιλοὶ τὰς κεφαλάς, λεπτοὶ τοὺς πόδας, τὸ σῶμα παχεῖς· ἐβαρβάριζον δὲ πάντες.
9.3 Καὶ ὁ κυβερνήτης εἰπὼν “ἀπολώλαμεν” ἔστησε τὴν ναῦν, ὁ γὰρ ποταμὸς ταύτῃ στενώτατος· καὶ ἐπεμβάντες τῶν λῃστῶν τέσσαρες πάντα μὲν τὰ ἐν τῇ νηὶ λαμβάνουσι, καὶ τὸ χρυσίον ἡμῶν ἀποφέρουσιν, ἡμᾶς δὲ δήσαντες καὶ κατακλείσαντες εἴς τι δωμάτιον ἀπηλλάττοντο, φύλακας ἡμῖν καταλιπόντες, ὡς εἰς τὴν ἐπιοῦσαν ἄξοντες ἡμᾶς ὡς τὸν βασιλέα· τούτῳ γὰρ ἐκάλουν τῷ ὀνόματι τὸν λῃστὴν τὸν μείζονα. Καὶ ἦν ὁδὸς ἡμερῶν δύο, ὡς παρὰ τῶν σὺν ἡμῖν ἑαλωκότων ἠκούσαμεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi