Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 2

6.1 Ταῦτα διαλεγόμενος ἔλαθον ἐπιστὰς ἀπροοράτως τῇ κόρῃ καὶ ὠχρίασα ἰδὼν ἐξαίφνης, εἶτ’ ἐφοινίχθην· μόνη δ’ ἦν καὶ οὐδὲ ἡ Κλειὼ συμπαρῆν· ὅμως δ᾽ οὖν, ὡς ἂν τεθορυβημένος οὐκ ἔχων τί εἴπω “χαῖρε”
6.2 ἔφην “δέσποινα.” Ἡ δὲ μειδιάσασα γλυκὺ καὶ ἐμφανίσασα διὰ τοῦ γέλωτος ὅτι συνῆκε πῶς εἶπον τὸ “χαῖρε δέσποινα,” εἶπεν “ἐγὼ σή; μὴ τοῦτ’ εἴπῃς.” “Καὶ μὴν πέπρακέ μέ τίς σοι θεῶν, ὥσπερ καὶ τὸν Ἡρακλέα τῇ Ὀμφάλῃ.” “Τὸν Ἑρμῆν λέγεις;
6.3 τούτῳ τὴν πρᾶσιν ἐκέλευσεν ὁ Ζεύς,” καὶ ἅμα ἐγέλασε. “Ποῖον Ἑρμῆν; τί ληρεῖσ” εἶπον “εἰδυῖα σαφῶς ὃ λέγω;” Ὡς δὲ περιέπλεκον λόγους ἐκ λόγων, τὸ αὐτόματόν μοι συνήργησεν.
7.1 Ἔτυχε τῇ προτεραίᾳ ταύτης ἡμέρᾳ περὶ μεσημβρίαν ἡ παῖς ψάλλουσα κιθάρᾳ, ἐπιπαρῆν δὲ αὐτῇ καὶ ἡ Κλειὼ καὶ παρεκάθητο, διεβάδιζον δὲ ἐγώ· καί τις ἐξαίφνης μέλιττά ποθεν ἐπιπτᾶσα τῆς Κλειοῦς ἐπάταξε τὴν χεῖρα.
7.2 Καὶ ἡ μὲν ἀνέκραγεν, ἡ δὲ παῖς ἀναθοροῦσα καὶ καταθεμένη τὴν κιθάραν κατενόει τὴν πληγὴν καὶ ἅμα παρῄνει λέγουσα μηδὲν ἄχθεσθαι· παύσειν γὰρ αὐτὴν τῆς ἀλγηδόνος δύο ἐπᾴσασαν ῥήματα· διδαχθῆναι γὰρ αὐτὰ ὑπό τινος Αἰγυπτίας εἰς πληγὰς σφηκῶν καὶ μελιττῶν.
7.3 Καὶ ἅμα ἐπῇδε, καὶ ἔλεγεν ἡ Κλειὼ μετὰ μικρὸν ῥᾴων γεγονέναι. Τότε οὖν κατὰ τύχην μέλιττά τις ἢ σφὴξ περιβομβήσασα κύκλῳ μου τὸ πρόσωπον παρέπτη· κἀγὼ τὸ ἐνθύμιον λαμβάνω καὶ τὴν χεῖρα ἐπιβαλὼν τοῖς προσώποις προσεποιούμην πεπλῆχθαι καὶ ἀλγεῖν.
7.4 Ἡ δὲ παῖς προσελθοῦσα εἷλκε τὴν χεῖρα καὶ ἐπυνθάνετο ποῦ ἐπατάχθην· κἀγὼ “κατὰ τοῦ χείλουσ” ἔφην· “ἀλλὰ τί οὐκ ἐπᾴδεις, φιλτάτη;” Ἡ δὲ προσῆλθέ τε καὶ ἀνέθηκεν, ὡς ἐπᾴσουσα, τὸ στόμα, καί τι ἐψιθύριζεν,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi