Kitap 2
35.1
Ὁρῶν οὖν ἐγὼ τὸν Μενέλαον κατηφῆ πάνυ τῶν ἑαυτοῦ μεμνημένον, τὸν δὲ Κλεινίαν ὑποδακρύοντα μνήμῃ Χαρικλέους, βουλόμενος αὐτοὺς τῆς λύπης ἀπαγαγεῖν, ἐμβάλλω λόγον ἐρωτικῆς ἐχόμενον ψυχαγωγίας· καὶ γὰρ οὐδὲ ἡ Λευκίππη παρῆν, ἀλλ’ ἐν μυχῷ ἐκάθευδε τῆς νεώς.
35.2
Λέγω δὴ πρὸς αὐτοὺς ὑπομειδιῶν “ὡς παρὰ πολὺ κρατεῖ μου Κλεινίας· ἐβούλετο γὰρ λέγειν κατὰ γυναικῶν, ὥσπερ εἰώθει. Ῥᾷον δ’ ἂν εἴποι νῦν ἤτοι ὡς κοινωνὸν ἔρωτος εὑρών.
35.3
Οὐκ οἶδα γὰρ πῶς ἐπιχωριάζει νῦν ὁ εἰς τοὺς ἄρρενας ἔρως.” ʽΟὐ γὰρ πολὺ ἄμεινον’ ὁ Μενέλαος ἔφη “τοῦτο ἐκείνου; καὶ γὰρ ἁπλούστεροι παῖδες γυναικῶν, καὶ τὸ κάλλος αὐτοῖς δριμύτερον εἰς ἡδονήν.”
35.4
“Πῶς δριμύτερον” ἔφην “εἴγε παρακῦψαν μόνον οἴχεται καὶ οὐκ ἀπολαῦσαι δίδωσι τῷ φιλοῦντι, ἀλλ̓ ἔοικε τῷ τοῦ Ταντάλου πώματι;
35.5
πολλάκις γὰρ ἐν ᾧ πίνεται πέφευγε, καὶ ἀπῆλθεν ὁ ἐραστὴς οὐχ εὑρὼν πιεῖν· τὸ δὲ ἔτι πινόμενον ἁρπάζεται πρὶν ἂν ὁ πίνων κορεσθῇ, καὶ οὐκ ἔστιν ἀπὸ παιδὸς ἀπελθεῖν ἐραστὴν ἄλυπον ἔχοντα τὴν ἡδονήν· καταλείπει γὰρ ἔτι διψῶντα.”
36.1
Καὶ ὁ Μενέλαος “ἀγνοεῖς, ὦ Κλειτοφῶν” ἔφη “τὸ κεφάλαιον τῆς ἡδονῆς. Ποθεινὸν γὰρ ἀεὶ τὸ ἀκόρεστον. Τὸ μὲν γὰρ εἰς χρῆσιν χρονιώτερον τῷ κόρῳ μαραίνει τὸ τερπνόν, τὸ δὲ ἁρπαζόμενον καινόν ἐστιν ἀεὶ καὶ μᾶλλον ἀνθεῖ· οὐ γὰρ γεγηρακυῖαν ἔχει τὴν ἡδονήν, καὶ ὅσον ἐλαττοῦται τῷ χρόνῳ,
36.2
τοσοῦτον εἰς μέγεθος ἐκτείνεται πόθῳ. Καὶ τὸ ῥόδον διὰ τοῦτο τῶν ἄλλων εὐμορφότερόν ἐστι φυτῶν, ὅτι τὸ κάλλος αὐτοῦ φεύγει ταχύ. Δύο γὰρ ἐγὼ νομίζω κατ’ ἀνθρώπους κάλλη πλανᾶσθαι, τὸ μὲν οὐράνιον, τὸ δὲ πάνδημον.