Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 2

32.1 Ἔχαιρόν τὸ πρῶτον ὁρῶν τὴν θάλατταν οὔπω πελαγίζοντος τοῦ σκάφους, ἀλλ’ ἔτι τοῖς λιμέσιν ἐποχουμένου. Ὡς δὲ ἔδοξεν οὔριον εἶναι πρὸς ἀναγωγὴν τὸ πνεῦμα, θόρυβος ἦν πολὺς κατὰ τὸ σκάφος, τῶν ναυτῶν διαθεόντων, τοῦ κυβερνήτου κελεύοντος,
32.2 ἑλκομένων τῶν κάλων· ἡ κεραία περιήγετο, τὸ ἱστίον καθίετο, ἡ ναῦς ἀπεσαλεύετο, τὰς ἀγκύρας ἀνέσπων, ὁ λιμὴν κατελείπετο· τὴν γῆν ἑωρῶμεν ἀπὸ τῆς νεὼς κατὰ μικρὸν ἀναχωροῦσαν, ὡς αὐτὴν πλέουσαν· παιανισμὸς ἦν καὶ πολλή τις εὐχή, θεοὺς σωτῆρας καλούντων καὶ εὐφημούντων αἴσιον τὸν πλοῦν γενέσθαι· τὸ πνεῦμα ᾔρετο σφοδρότερον, τὸ ἱστίον ἐκυρτοῦτο καὶ εἷλκε τὴν ναῦν.
33.1 Ἔτυχε δέ τις ἡμῖν νεανίσκος παρασκηνῶν, ὃς ἐπεὶ καιρὸς ἦν ἀρίστου, φιλοφρονούμενος ἡμᾶς συναριστᾶν ἠξίου. Καὶ ἡμῖν δ’ ὁ Σάτυρος παρέφερεν· ὥστε εἰς μέσον καταθέμενοι ἃ εἴχομεν, τὸ ἄριστον ἐκοινοῦμεν, ἤδη δὲ καὶ λόγον.
33.2 Λέγω δὴ πρῶτος “πόθεν, ὦ νεανίσκε, καὶ τίνα σε δεῖ καλεῖν;” “Ἐγὼ Μενέλαοσ” εἶπεν, “τὸ δὲ γένος Αἰγύπτιος. Τὰ δὲ ὑμέτερα τίνα;” “Ἐγὼ Κλειτοφῶν,
33.3 οὗτος Κλεινίας, Φοίνικες ἄμφω.” “Τίς οὖν ἡ πρόφασις ὑμῖν τῆς ἀποδημίας;” “Ἢν σὺ πρῶτος ἡμῖν φράσῃς, καὶ τὰ παρ’ ἡμῶν ἀκούσῃ.”
34.1 Λέγει οὖν ὁ Μενέλαος “τὸ μὲν κεφάλαιον τῆς ἐμῆς ἀποδημίας ἔρως βάσκανος καὶ θήρα δυστυχής. Ἤρων μειρακίου καλοῦ, τὸ δὲ μειράκιον φιλόθηρον ἦν. Ἐπεῖχον τὰ πολλά, κρατεῖν οὐκ ἠδυνάμην· ὡς δ’ οὐκ ἔπειθον, εἱπόμην ἐπὶ τὰς ἄγρας κἀγώ.
34.2 Ἐθηρῶμεν οὖν ἱππεύοντες ἄμφω καὶ τὰ πρῶτα εὐτυχοῦμεν,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi