Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 2

31.1 Εἶχε δ’ ὁ Σάτυρος τοῦ φαρμάκου λείψανον, ᾧ τὸν Κώνωπα ἦν κατακοιμίσας· τούτου διακονούμενος ἡμῖν ἐγχεῖ λαθὼν κατὰ τῆς κύλικος τῆς τελευταίας, ἣν τῇ Πανθείᾳ προσέφερεν· ἡ δὲ ἀναστᾶσα ᾤχετο εἰς τὸν θάλαμον ἑαυτῆς καὶ εὐθὺς ἐκάθευδεν.
31.2 Εἶχε δὲ ἑτέραν ἡ Λευκίππη θαλαμηπόλον, ἣν τῷ αὐτῷ φαρμάκῳ καταβαπτίσας ὁ Σάτυρος ʽπροσεπεποίητο γὰρ καὶ αὐτῆς, ἐξ οὗ τῷ θαλάμῳ προσεληλύθει, ἐρᾶν̓ ἐπὶ τὴν τρίτην θήραν ἔρχεται τὸν θυρωρόν· κἀκεῖνον βεβλήκει τῷ αὐτῷ πώματι.
31.3 Ὄχημα δὲ εὐτρεπὲς ἡμᾶς πρὸ τῶν πυλῶν ἐξεδέχετο, ὅπερ ὁ Κλεινίας παρεσκεύασε, καὶ ἔφθασεν ἡμᾶς ἐπ’ αὐτοῦ περιμένων αὐτός. Ἐπεὶ δὲ πάντες ἐκάθευδον, περὶ πρώτας νυκτὸς φυλακὰς προῇμεν ἀψοφητί, Λευκίππην τοῦ Σατύρου χειραγωγοῦντος.
31.4 Καὶ γὰρ ὁ Κώνωψ, ὅσπερ ἡμῖν ἐφήδρευε, κατὰ τύχην ἐκείνην ἀπεδήμει τὴν ἡμέραν τῇ δεσποίνῃ διακονησόμενος. Ἀνοίγει δὴ τὰς θύρας ὁ Σάτυρος καὶ προήλθομεν· ὡς δὲ παρῇμεν ἐπὶ τὰς πύλας, ἐπέβημεν τοῦ ὀχήματος.
31.5 Ἦμεν δὲ οἱ πάντες ἕξ, ἡμεῖς καὶ ὁ Κλεινίας καὶ δύο θεράποντες αὐτοῦ. Ἐλαύνομεν οὖν τὴν ἐπὶ Σιδῶνος καὶ περὶ μοίρας τῆς νυκτὸς δύο παρῇμεν ἐπὶ τὴν πόλιν καὶ εὐθὺς ἐπὶ Βηρυτοῦ τὸν δρόμον ἐποιούμεθα, νομίζοντες εὑρήσειν ἐκεῖ ναῦν ἐφορμοῦσαν.
31.6 Καὶ οὐκ ἠτυχήσαμεν· ὡς γὰρ ἐπὶ τοῦ Βηρυτίων λιμένος ἤλθομεν, ἀναγόμενον σκάφος εὕρομεν, ἄρτι τὰ πρυμνήσια μέλλον ἀπολύειν. Μηδὲν οὖν ἐρωτήσαντες ποῖ πλεῖ, μετεσκευαζόμεθα ἐπὶ τὴν θάλατταν ἐκ τῆς γῆς, καὶ ἦν ὁ καιρὸς μικρὸν ἄνω τῆς ἕω. Ἔπλει δὲ τὸ πλοῖον εἰς Ἀλεξάνδρειαν, τὴν μεγάλην τοῦ Νείλου πόλιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi