Kitap 2
25.1
Ἐθάρρησεν οὖν ἡ παρθένος, ὡς ἂν ἐμοῦ διαπεφευγότος, καὶ λέγει “μὴ λοιδόρει μου, μῆτερ, τὴν παρθενίαν· οὐδὲν ἔργον μοι πέπρακται τοιούτων ῥημάτων ἄξιον, οὐδὲ οἶδα τοῦτον ὅστις ἦν, εἴτε δαίμων εἴτε ἥρως εἴτε λῃστής.
25.2
Ἐκείμην δὲ πεφοβημένη, μηδ’ ἀνακραγεῖν διὰ τὸν φόβον δυναμένη· φόβος γὰρ γλώττης ἐστὶ δεσμός. Ἓν οἶδα μόνον, οὐδείς
25.3
μου τὴν παρθενίαν κατῄσχυνε.” Καταπεσοῦσα οὖν ἡ Πάνθεια πάλιν ἔστενεν, ἡμεῖς δὲ ἐσκοποῦμεν καθ’ ἑαυτοὺς γενόμενοι τί ποιητέον εἴη, καὶ ἐδόκει κράτιστον εἶναι φεύγειν, πρὶν ἕως γένηται καὶ τὸ πᾶν ἡ Κλειὼ βασανιζομένη κατείπῃ.
26.1
Δόξαν οὖν οὕτως εἰχόμεθα ἔργου, σκηψάμενοι πρὸς τὸν θυρωρὸν ἀπιέναι πρὸς ἐρωμένην, καὶ ἐπὶ τὴν οἰκίαν ἐρχόμεθα τὴν Κλεινίου. Ἦσαν δὲ λοιπὸν μέσαι νύκτες, ὥστε μόλις ὁ θυρωρὸς ἀνέῳξεν ἡμῖν. Καὶ ὁ Κλεινίας ʽἐν ὑπερῴῳ γὰρ τὸν θάλαμον εἶχἐ διαλεγομένων ἡμῶν ἀκούσας κατατρέχει τεταραγμένος.
26.2
Καὶ ἐν τούτῳ τὴν Κλειὼ κατόπιν ὁρῶμεν σπουδῇ θέουσαν· ἦν γὰρ δρασμὸν βεβουλευμένη. Ἅμα τε οὖν ὁ Κλεινίας ἤκουσεν ἡμῶν ἃ πεπόνθαμεν’ καὶ τῆς Κλειοῦς ἡμεῖς ὅπως φύγοι, καὶ πάλιν ἡμῶν ἡ Κλειὼ τί ποιεῖν μέλλομεν.
26.3
Παρελθόντες οὖν εἴσω τῶν θυρῶν τῷ Κλεινίᾳ διηγούμεθα τὰ γεγονότα καὶ ὅτι φεύγειν διεγνώκαμεν. Λέγει ἡ Κλειὼ “κἀγὼ σὺν ὑμῖν· ἢν γὰρ περιμείνω τὴν ἕω, θάνατός μοι πρόκειται τῶν βασάνων γλυκύτερος.”
27.1
Ὁ οὖν Κλεινίας τῆς χειρός μου λαβόμενος ἄγει τῆς Κλειοῦς μακρὰν καὶ λέγει “δοκῶ μοι καλλίστην γνώμην εὑρηκέναι, ταύτην μὲν ὑπεξαγαγεῖν, ἡμᾶς δὲ ὀλίγας ἡμέρας ἐπισχεῖν, κἂν οὕτω δοκῇ, συσκευασαμένους ἀπελθεῖν.