Kitap 2
23.5
Ἐδόκει τινὰ λῃστὴν μάχαιραν ἔχοντα γυμνὴν ἄγειν ἁρπασάμενον αὐτῆς τὴν θυγατέρα καὶ καταθέμενον ὑπτίαν, μέσην ἀνατέμνειν τῇ μαχαίρᾳ τὴν γαστέρα κάτωθεν ἀρξάμενον ἀπὸ τῆς αἰδοῦς. Ταραχθεῖσα οὖν ὑπὸ δείματος ὡς εἶχεν ἀναπηδᾷ καὶ ἐπὶ τὸν τῆς θυγατρὸς θάλαμον τρέχει ʽἐγγὺς γὰρ ἦν’ ἄρτι μου κατακλιθέντος.
23.6
Ἐγὼ μὲν δὴ τὸν ψόφον ἀκούσας ἀνοιγομένων τῶν θυρῶν εὐθὺς ἀνεπήδησα, ἡ δὲ ἐπὶ τὴν κλίνην παρῆν. Συνεὶς οὖν τὸ κακὸν ἐξάλλομαι καὶ διὰ τῶν θυρῶν ἵεμαι δρόμῳ, καὶ ὁ Σάτυρος ὑποδέχεται τρέμοντα καὶ τεταραγμένον· εἶτα ἐφεύγομεν διὰ τοῦ σκότους καὶ ἐπὶ τὸ δωμάτιον ἑαυτῶν ἤλθομεν.
24.1
Ἡ δὲ πρῶτον μὲν ὑπὸ ἰλίγγου κατέπεσεν, εἶτα ἀνενεγκοῦσα τὴν Κλειὼ κατὰ κόρρης ὡς εἶχε ῥαπίζει, καὶ ἐπιλαβομένη τῶν τριχῶν ἅμα πρὸς τὴν θυγατέρα ἀνῴμωξεν “ἀπώλεσάς μου” λέγουσα “Λευκίππη,
24.2
τὰς ἐλπίδας. Οἴμοι, Σώστρατε. Σὺ μὲν ἐν Βυζαντίῳ πολεμεῖς ὑπὲρ ἀλλοτρίων γάμων, ἐν Τύρῳ δὲ καταπεπολέμησαι, καὶ τῆς θυγατρός σού τις τοὺς γάμους σεσύληκεν. Οἴμοι δειλαία, τοιούτους σου γάμους ὄψεσθαι οὐ προσεδόκων.
24.3
Ὄφελον ἔμεινας ἐν Βυζαντίῳ, ὄφελον ἔπαθες πολέμου νόμῳ τὴν ὕβριν, ὄφελόν σε κἂν Θρᾲξ νικήσας ὕβρισεν· οὐκ εἶχεν ἡ συμφορὰ διὰ τὴν ἀνάγκην ὄνειδος· νῦν δέ,
24.4
κακόδαιμον, ἀδοξεῖς ἐν οἷς δυστυχεῖς. Ἐπλάνα δέ με καὶ τὰ τῶν ἐνυπνίων φαντάσματα, τὸν δὲ ἀληθέστερον ὄνειρον οὐκ ἐθεασάμην· νῦν δ᾽ ἀθλιώτερον ἀνετμήθης τὴν γαστέρα· αὕτη δυστυχεστέρα τῆς μαχαίρας τομή, οὐδὲ εἶδον τὸν ὑβρίσαντά σε, οὐδὲ οἶδά μου τῆς συμφορᾶς τὴν τύχην. Οἴμοι τῶν κακῶν. Μὴ καὶ δοῦλος ἦν;”