Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 2

2.3 Εἶναι γὰρ ἐκεῖ φιλόξενόν τινα βουκόλον, οἷον τὸν Ἰκάριον Ἀθηναῖοι λέγουσι, καὶ τοῦτον ἐνταῦθα τοῦ μύθου γενέσθαι πατέρα. Ἐπὶ τοῦτον ἧκεν ὁ Διόνυσος τὸν βουκόλον, ὁ δὲ αὐτῷ παρατίθησιν ὅσα γῆ φέρει καὶ ἅμαξα ·βοῶν· ποτὸν δὲ ἦν παρ’ αὐτοῖς οἷον καὶ ὁ βοῦς ἔπινεν·
2.4 οὔπω γὰρ τὸ ἀμπέλινον ἦν. Ὁ Διόνυσος ἐπαινεῖ τῆς φιλοφροσύνης τὸν βουκόλον καὶ αὐτῷ προπίνει κύλικα φιλοτησίαν· τὸ δὲ ποτὸν οἶνος ἦν. Ὁ δὲ πιὼν ὑφ’ ἡδονῆς βακχεύεται καὶ λέγει πρὸς τὸν θεὸν “πόθεν, ὦ ξένε, σοὶ τὸ ὕδωρ τοῦτο τὸ πορφυροῦν;
2.5 οὐ γάρ ἐστιν ἐκεῖνο τὸ χαμαὶ ῥέον. Τὸ μὲν γὰρ εἰς τὰ στέρνα καταβαίνει καὶ λεπτὴν ἔχει τὴν ἡδονήν· τοῦτο δὲ καὶ πρὸ τοῦ στόματος τὰς ῥῖνας εὐφραίνει καὶ θιγόντι μὲν ψυχρόν ἐστιν, εἰς τὴν γαστέρα δὲ καταθορὸν ἀνάπτει κάτωθεν πῦρ ἡδονῆς.” Καὶ ὁ Διόνυσος ἔφη “τοῦτό ἐστιν ὀπώρας ὕδωρ.” Ἄγει πρὸς τὴν ἄμπελον ὁ θεὸς τὸν βουκόλον,
2.6 καὶ τῶν βοτρύων λαβὼν ἅμα καὶ θλίβων καὶ δεικνὺς τὴν ἄμπελον “τοῦτο μέν ἐστιν” ἔφη “τὸ ὕδωρ, τοῦτο δὲ ἡ πηγή.” Ὁ μὲν οὖν οἶνος οὕτως ἐς ἀνθρώπους παρῆλθεν, ὡς ὁ Τυρίων λόγος, ἑορτὴν δὲ ἄγουσιν ἐκείνην τὴν ἡμέραν ἐκείνῳ τῷ θεῷ.
3.1 Φιλοτιμούμενος οὖν ὁ πατὴρ τά τ’ ἄλλα παρασκευάσας ἐς τὸ δεῖπνον ἔτυχε πολυτελέστατα καὶ κρατῆρα παρέθηκε τὸν ἱερὸν τοῦ θεοῦ, μετὰ τὸν Γλαύκου τοῦ Χίου δεύτερον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi