Kitap 2
22.3
ἃς ὅταν θέλω παῦσαι τὴν πτῆσιν ἐνδύομαι. Τὴν δὲ ἀνδρείαν μου μὴ καὶ γελοῖον ᾖ καταλέγειν· ὄργανον γὰρ ὅλος εἰμὶ πολέμου. Μετὰ μὲν σάλπιγγος καὶ βέλους παρατάττομαι, σάλπιγξ δέ μοι καὶ βέλος τὸ στόμα, ὥστε εἰμὶ καὶ αὐλητὴς καὶ τοξότης· ἐμαυτοῦ δὲ οἰστὸς καὶ τόξον γίνομαι· τοξεύει γάρ με διαέριον τὸ πτερόν, ἐμπεσὼν δὲ ὡς ἀπὸ βέλους ποιῶ τὸ τραῦμα, ὁ δὲ παταχθεὶς ἐξαίφνης βοᾷ καὶ τὸν τετρωκότα ζητεῖ· ἐγὼ δὲ παρὼν οὐ πάρειμι, ὁμοῦ δὲ καὶ φεύγω καὶ μένω καὶ περιιππεύω τὸν ἄνθρωπον τῷ πτερῷ, γελῶ δὲ αὐτὸν βλέπων περὶ τοῖς τραύμασιν ὀρχούμενον.
22.4
Ἀλλὰ τί δεῖ λόγων; ἀρχώμεθα μάχης.” Καὶ ἅμα λέγων ἐμπίπτει τῷ λέοντι καὶ εἰς τοὺς ὀφθαλμοὺς ἐμπηδᾷ καὶ εἴ τι ἄλλο ἄτριχον τῶν προσώπων, περιιπτάμενος ἅμα καὶ τῷ βόμβῳ καταυλῶν. Ὁ δὲ λέων ἠγρίαινέ τε καὶ μετεστρέφετο πάντη καὶ τὸν ἀέρα περιέχασκεν, ὁ δὲ κώνωψ ταύτῃ πλέον τὴν ὀργὴν ἐτίθετο παιδιὰν καὶ ἐπ’ αὐτοῖς ἐτίτρωσκε τοῖς χείλεσιν.
22.5
Καὶ ὁ μὲν ἔκλινεν εἰς τὸ λυποῦν μέρος, ἀνακάμπτων ἔνθα τοῦ τραύματος ἡ πληγή, ὁ δὲ ὥσπερ παλαιστὴς τὸ σῶμα σκευάζων εἰς τὴν συμπλοκὴν ἀπέρρει τῶν τοῦ λέοντος ὀδόντων, αὐτὴν μέσην διαπτὰς κλειομένην τὴν γένυν.
22.6
Οἱ δὲ ὀδόντες κενοὶ τῆς θήρας περὶ ἑαυτοὺς ἐκροτάλιζον. Ἤδη τοίνυν ὁ λέων ἐκεκμήκει σκιαμαχῶν πρὸς τὸν ἀέρα τοῖς ὀδοῦσι καὶ εἱστήκει παρειμένος ὀργῇ· ὁ δὲ κώνωψ περιιπτάμενος αὐτοῦ τὴν κόμην ἐπηύλει μέλος ἐπινίκιον.