Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 2

18.4 Ἐπεὶ δὲ συνετίθεμεν τὴν πυράν, ἐξαίφνης βοῶντες συντρέχουσι καὶ τὰς μὲν δᾷδας ἡμῶν ἀποσβεννύουσι, φευγόντων δὲ ἀτάκτως ὑπὸ τῆς ἐκπλήξεως, τὰ ξίφη γυμνώσαντες ἁρπάζουσι τὴν ἀδελφὴν τὴν ἐμὴν καὶ ἐνθέμενοι τῷ σκάφει,
18.5 ἐπεμβάντες εὐθὺς ὄρνιθος δίκην ἀφίπτανται. Ἡμῶν δὲ οἱ μὲν ἔφευγον οὐδὲν οὔτ’ εἰδότες οὔτε ἑωρακότες, οἱ δὲ ἅμα τε εἶδον καὶ ἐβόων “λῃσταὶ Καλλιγόνην ἄγουσι·” τὸ δὲ πλοῖον ἤδη μέσην ἐπέραινε τὴν θάλασσαν. Ὡς δὲ τοῖς Σαράπτοις προσέσχον, πόρρωθεν ὁ Καλλισθένης τὸ σημεῖον ἰδὼν ὑπηντίασεν ἐπιπλεύσας καὶ δέχεται μὲν τὴν κόρην, πλεῖ δὲ εὐθὺς πελάγιος.
18.6 Ἐγὼ δὲ ἀνέπνευσα μὲν οὕτω διαλυθέντων μοι τῶν γάμων παραδόξως, ἠχθόμην δ’ ὅμως ὑπὲρ ἀδελφῆς περιπεσούσης τοιαύτῃ συμφορᾷ.
19.1 Ὀλίγας δὲ ἡμέρας διαλιπὼν πρὸς τὴν Λευκίππην διελεγόμην “μέχρι τίνος ἐπὶ τῶν φιλημάτων ἱστάμεθα, φιλτάτη; προσθῶμεν ἤδη τι καὶ ἐρωτικώτερον. Φέρε ἀνάγκην ἀλλήλοις ἐπιθῶμεν πίστεως. Ἂν γὰρ ἡμᾶς Ἀφροδίτη μυσταγωγήσῃ, οὐ μή τις ἄλλος
19.2 κρείττων γένηται τῆς θεοῦ.” Ταῦτα πολλάκις κατεπᾴδων ἐπεπείκειν τὴν κόρην ὑποδέξασθαί με νυκτὸς τῷ θαλάμῳ, τῆς Κλειοῦς συνεργούσης, ἥτις ἦν αὐτῇ θαλαμηπόλος. Εἶχε δὲ ὁ θάλαμος αὐτῆς οὕτως.
19.3 Χωρίον ἦν μέγα τέτταρα οἰκήματα ἔχον, δύο μὲν ἐπὶ δεξιά, δύο δ’ ἐπὶ θἄτερα· μέσος δὲ διεῖργε στενωπὸς τὰ οἰκήματα· θύρα δὲ ἐν ἀρχῇ τοῦ στενωποῦ μία ἐπέκειτο.
19.4 Ταύτην εἶχον τὴν καταγωγὴν αἱ γυναῖκες· καὶ τὰ μὲν ἐνδοτέρω τῶν οἰκημάτων ἥ τε παρθένος καὶ ἡ μήτηρ αὐτῆς διειλήχεσαν, ἑκάτερα τὰ ἀντικρύ, τὰ δὲ ἔξω δύο τὰ πρὸς τὴν εἴσοδον τὸ μὲν ἡ Κλειὼ τὸ κατὰ τὴν παρθένον, τὸ δὲ ταμιεῖον ἦν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi