Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 2

14.9 τὸ ῥεῦμα δὲ ὡς κιθάρα λαλεῖ. Ἀλλὰ καὶ λίμνη Λιβυκὴ μιμεῖται γῆν Ἰνδικήν, καὶ ἴσασιν αὐτῆς τὸ ἀπόρρητον αἱ Λιβύων παρθένοι, ὅτι τὸ ὕδωρ ἔχει πλούσιον. Ὁ δὲ πλοῦτος αὐτῇ κάτω τεταμίευται τῇ τῶν ὑδάτων ἰλύι δεδεμένος, καὶ ἔστιν ἐκεῖ χρυσοῦ πηγή. Κοντὸν οὖν εἰς τὸ ὕδωρ βαπτίζουσι πίσσῃ πεφαρμαγμένον, ἀνοίγουσί τε τοῦ ποταμοῦ τὰ κλεῖθρα.
14.10 Ὁ δὲ κοντὸς πρὸς τὸν χρυσὸν οἷον πρὸς ἰχθὺν ἄγκιστρον γίνεται, ἀγρεύει γὰρ αὐτόν· ἡ δὲ πίσσα δέλεαρ γίνεται τῆς ἄγρας· ὅ τι γὰρ ἂν εἰς αὐτὴν ἐμπέσῃ τῆς τοῦ χρυσοῦ γονῆς, τὸ μὲν προσήψατο μόνον, ἡ πίσσα δὲ εἰς τὴν ἤπειρον ἥρπασε τὴν ἄγραν. Οὕτως ἐκ ποταμοῦ Λιβυκοῦ χρυσὸς ἁλιεύεται.”
15.1 Ταῦτα εἰπὼν τὴν θυσίαν ἐπὶ τὴν Τύρον ἔπεμπε, καὶ τῇ πόλει συνδοκοῦν. Ὁ οὖν Καλλισθένης διαπράττεται τῶν θεωρῶν εἶς γενέσθαι· καὶ ταχὺ καταπλεύσας εἰς τὴν Τύρον καὶ ἐκμαθὼν τὴν τοῦ πατρὸς οἰκίαν ἐφήδρευε ταῖς γυναιξίν· αἱ δὲ ὀψόμεναι τὴν θυσίαν ἐξῄεσαν·
15.2 καὶ γὰρ ἦν πολυτελής. Πολλὴ μὲν ἡ τῶν θυμιαμάτων πομπή, πολλὴ δὲ ἡ τῶν ἀνθέων συμπλοκή. Τὰ θυμιάματα κασία καὶ λιβανωτὸς καὶ κρόκος· τὰ ἄνθη νάρκισσος καὶ ῥόδα καὶ μυρρίναι· ἡ δὲ τῶν ἀνθέων ἀναπνοὴ πρὸς τὴν τῶν θυμιαμάτων ἤριζεν ὀδμήν· τὸ δὲ πνεῦμα ἀναπεμπόμενον εἰς τὸν ἀέρα τὴν ὀδμὴν ἐκεράννυ, καὶ ἦν ἄνεμος ἡδονῆς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi