Kitap 2
14.4
καὶ ἔστιν ὥσπερ τῆς νήσου τράχηλος. Οὐκ ἐρρίζωται δὲ κατὰ τῆς θαλάσσης, ἀλλὰ τὸ ὕδωρ ὑπορρεῖ κάτωθεν, ὑπόκειται δὲ πορθμὸς τῷ ἰσθμῷ· καὶ γίνεται τὸ θέαμα καινόν, πόλις ἐν θαλάσσῃ καὶ νῆσος ἐν γῇ. Ἀθηνᾶν δὲ Ἥφαιστος ἔχει· εἰς τὴν ἐλαίαν ᾐνίξατο καὶ τὸ πῦρ, ἃ παρ’ ἡμῖν ἀλλήλοις συνοικεῖ.
14.5
Τὸ δὲ χωρίον ἱερὸν ἐν περιβόλῳ· ἐλαία μὲν ἀναθάλλει φαιδροῖς τοῖς κλάδοις, πεφύτευται δὲ σὺν αὐτῇ τὸ πῦρ καὶ ἀνάπτει περὶ τοὺς πτόρθους πολλὴν τὴν φλόγα· ἡ δὲ τοῦ πυρὸς αἰθάλη τὸ φυτὸν γεωργεῖ.
14.6
Αὕτη πυρὸς φιλία καὶ φυτοῦ· οὕτως οὐ φεύγει τὸν Ἥφαιστον Ἀθηνᾶ.” Καὶ ὁ Χαιρεφῶν συστράτηγος ὢν τοῦ Σωστράτου μείζων, ἐπεὶ πατρόθεν ἦν Βυζάντιος, ἐκθειάζων αὐτὸν “πάντα μὲν τὸν χρησμὸν” εἶπεν “ἐξηγήσω καλῶς· μὴ μέντοι θαύμαζε τὴν τοῦ πυρὸς μόνον, ἀλλὰ καὶ τὴν τοῦ ὕδατος φύσιν.
14.7
Ἐθεασάμην γὰρ ἐγὼ τοιαῦτα μυστήρια. Τὸ γοῦν Σικελικῆς πηγῆς ὕδωρ κεκερασμένον ἔχει πῦρ· καὶ φλόγα μὲν ὄψει κάτωθεν ἀπ’ αὐτῆς ἁλλομένην ἄνω· θιγόντι δέ σοι τὸ ὕδωρ ψυχρόν ἐστιν οἷόνπερ χιών, καὶ οὔτε τὸ πῦρ ὑπὸ τοῦ ὕδατος κατασβέννυται οὔτε τὸ ὕδωρ ὑπὸ τοῦ πυρὸς φλέγεται, ἀλλ’ ὕδατός εἰσιν ἐν τῇ κρήνῃ καὶ πυρὸς σπονδαί.
14.8
Ἐπεὶ καὶ ποταμὸς Ἰβηρικός, εἰ μὲν ἴδοις αὐτὸν εὐθύς, οὐδενὸς ἄλλου κρείττων ἐστὶ ποταμοῦ· ἢν δὲ ἀκοῦσαι θέλῃς τοῦ ὕδατος λαλοῦντος, μικρὸν ἀνάμεινον ἐκπετάσας τὰ ὦτα. Ἐὰν γὰρ ὀλίγος ἄνεμος εἰς τὰς δίνας ἐμπέσῃ, τὸ μὲν ὕδωρ ὡς χορδὴ κρούεται, τὸ δὲ πνεῦμα τοῦ ὕδατος πλῆκτρον γίνεται,