Kitap 1
17.2
Ἐρᾷ γοῦν ἡ Μαγνησία λίθος τοῦ σιδήρου· κἂν μόνον ἴδῃ, πρὸς αὑτὴν εἵλκυσεν, ὥσπερ ἐρωτικόν τι ἔνδον ἔχουσα. Καὶ μή τι τοῦτό ἐστιν ἐρώσης λίθου καὶ ἐρωμένου σιδήρου φίλημα;
17.3
περὶ δὲ τῶν φυτῶν λέγουσι παῖδες σοφῶν· καὶ μῦθον ἔλεγον ἂν τὸν λόγον εἶναι, εἰ μὴ καὶ παῖδες ἔλεγον γεωργῶν. Ὁ δὲ λόγος· ἄλλο μὲν ἄλλου φυτὸν ἐρᾷν, τῷ δὲ φοίνικι τὸν ἔρωτα μᾶλλον ἐνοχλεῖν· λέγουσι δὲ τὸν μὲν ἄρρενα τῶν φοινίκων, τὸν δὲ θῆλυν.
17.4
Ὁ ἄρρην οὖν τοῦ θήλεος ἐρᾷ· κἂν ὁ θῆλυς ἀπῳκισμένος ᾖ τῇ τῆς φυτείας στάσει, ὁ ἐραστὴς αὐαίνεται. Συνίησιν οὖν ὁ γεωργὸς τὴν λύπην τοῦ φυτοῦ, καὶ εἰς τὴν τοῦ χωρίου περιωπὴν ἀνελθὼν ἐφορᾷ ποῖ νένευκε· κλίνεται γὰρ εἰς τὸ ἐρώμενον·
17.5
καὶ μαθὼν θεραπεύει τοῦ φυτοῦ τὴν νόσον· πτόρθον γὰρ τοῦ θήλεος φοίνικος λαβὼν εἰς τὴν τοῦ ἄρρενος καρδίαν ἐντίθησι. Καὶ ἀνέψυξε μὲν τὴν ψυχὴν τοῦ φυτοῦ, τὸ δὲ σῶμα ἀποθνῆσκον πάλιν ἀνεζωπύρησε καὶ ἐξανέστη, χαῖρον ἐπὶ τῇ τῆς ἐρωμένης συμπλοκῇ. Καὶ τοῦτό ἐστὶ γάμος φυτῶν.”
18.1
“γίνεται δὲ καὶ γάμος ἄλλος ὑδάτων διαπόντιος, καὶ ἔστιν ὁ μὲν ἐραστὴς ποταμὸς Ἠλεῖος, ἡ δὲ ἐρωμένη κρήνη Σικελική. Διὰ γὰρ τῆς θαλάττης ὁ ποταμὸς ὡς διὰ πεδίου τρέχει.
18.2
Ἡ δὲ οὐκ ἀφανίζει τὸν γλυκὺν ἐραστὴν ἁλμυρῷ κύματι, σχίζεται δὲ αὐτῷ ῥέοντι, καὶ τὸ σχίσμα τῆς θαλάττης χαράδρα τῷ ποταμῷ γίνεται· καὶ ἐπὶ τὴν Ἀρέθουσαν οὕτω τὸν Ἀλφειὸν νυμφοστολεῖ. Ὅταν οὖν ᾖ ἡ τῶν Ὀλυμπίων ἑορτή, πολλοὶ μὲν εἰς τὰς δίνας τοῦ ποταμοῦ καθιᾶσιν ἄλλος ἄλλα δῶρα· ὁ δὲ εὐθὺς πρὸς τὴν ἐρωμένην κομίζει καὶ ταῦτά ἐστιν ἕδνα ποταμοῦ.