Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 1

15.3 Ἐνίοις δὲ τῶν δένδρων τῶν ἁδροτέρων κιττὸς καὶ σμῖλαξ περιεπεφύκει, ἡ μὲν ἐξηρτημένη πλατάνου καὶ περιπυκάζουσα ῥαδινῇ τῇ κόμῃ· ὁ δὲ κιττὸς περὶ πεύκην ἑλιχθεὶς ᾠκειοῦτο τὸ δένδρον ταῖς περιπλοκαῖς, καὶ ἐγίνετο τῷ κιττῷ ὄχημα τὸ φυτόν, στέφανος δὲ ὁ κιττὸς τοῦ φυτοῦ.
15.4 Ἄμπελοι δὲ ἑκατέρωθεν τοῦ δένδρου καλάμοις ἐποχούμεναι τοῖς φύλλοις ἔθαλλον, καὶ ὁ καρπὸς ὡραίαν εἶχε τὴν ἄνθην καὶ διὰ τῆς ὀπῆς τῶν καλάμων ἐξεκρέματο καὶ ἦν βόστρυχος τοῦ φυτοῦ· τῶν δὲ φύλλων ἄνωθεν αἰωρουμένων ὑφ’ ἡλίῳ πρὸς ἄνεμον συμμιγεῖ ὠχρὰν ἐμάρμαιρεν ἡ γῆ τὴν σκιάν.
15.5 Τὰ δὲ ἄνθη ποικίλην ἔχοντα τὴν χρόαν ἐν μέρει συνεξέφαινε τὸ κάλλος, καὶ ἦν τοῦτο τῆς γῆς πορφύρα καὶ νάρκισσος καὶ ῥόδον. Μία μὲν τῷ ῥόδῳ καὶ τῷ ναρκίσσῳ ἡ κάλυξ ὅσον εἰς περιγραφήν, καὶ ἦν φιάλη τοῦ φυτοῦ· ἡ χρόα δὲ τῶν περὶ τὴν κάλυκα φύλλων ἐσχισμένων τῷ ῥόδῳ μὲν αἵματος ὁμοῦ καὶ γάλακτος, τὸ κάτω τοῦ φύλλου, καὶ ὁ νάρκισσος ἦν τὸ πᾶν ὅμοιος τῷ κάτω τοῦ ῥόδου.
15.6 Τῷ δὲ ἴῳ κάλυξ μὲν οὐδαμοῦ, χρόα δὲ οἵαν ἡ τῆς θαλάσσης ἀστράπτει γαλήνη. Ἐν μέσοις δὲ τοῖς ἄνθεσι πηγὴ ἀνέβλυζε καὶ περιεγέγραπτο τετράγωνος χαράδρα χειροποίητος τῷ ῥεύματι. Τὸ δὲ ὕδωρ τῶν ἀνθέων ἦν κάτοπτρον, ὡς δοκεῖν τὸ ἄλσος εἶναι διπλοῦν, τὸ μὲν τῆς ἀληθείας, τὸ δὲ τῆς σκιᾶς.
15.7 Ὄρνιθες δὲ οἱ μὲν χειροήθεις περὶ τὸ ἄλσος ἐνέμοντο καὶ οὓς ἐκολάκευον αἱ τῶν ἀνθρώπων τροφαί· οἱ δὲ ἐλεύθερον ἔχοντες τὸ πτερὸν περὶ τὰς τῶν δένδρων κορυφὰς ἔπαιζον· οἱ μὲν ᾅδοντες τὰ ὀρνίθων ᾅσματα, οἱ δὲ τῇ τῶν πτερῶν ἀγλαϊζόμενοι στολῇ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi