Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 1

12.3 Ἀπομάττοντος δὲ τῆς ἕδρας τοὺς ἱδρῶτας ψόφος κατόπιν γίνεται, καὶ ὁ ἵππος ἐκταραχθεὶς πηδᾷ ὄρθιος ἀρθεὶς καὶ ἀλογίστως ἐφέρετο. Τὸν γὰρ χαλινὸν ἐνδακὼν καὶ τὸν αὐχένα γυρώσας φρίξας τε τὴν κόμην, οἰστρηθεὶς τῷ φόβῳ διαέριος ἵπτατο. Τῶν δὲ ποδῶν οἱ μὲν ἔμπροσθεν ἥλλοντο, οἱ δὲ ὄπισθεν τοὺς ἔμπροσθεν ἐπειγόμενοι φθάσαι τὸν δρόμον ἐπέσπευδον,
12.4 διώκοντες τὸν ἵππον. Ὁ δὲ ἵππος τῇ τῶν ποδῶν κυρτούμενος ἁμίλλῃ, ἄνω τε καὶ κάτω πηδῶν πρὸς τὴν ἑκατέρων σπουδὴν δίκην νεὼς χειμαζομένης τοῖς νώτοις ἐκυμαίνετο. Ὁ δὲ κακοδαίμων Χαρικλῆς ὑπὸ τοῦ τῆς ἱππείας ταλαντευόμενος κύματος ἐκ τῆς ἕδρας ἐσφαιρίζετο, ποτὲ μὲν ἐπ’ οὐρὰν κατολισθάνων, ποτὲ δὲ ἐπὶ τράχηλον κυβιστῶν· ὁ δὲ τοῦ κλύδωνος ἐπίεζεν αὐτὸν χειμών.
12.5 Τῶν δὲ ῥυτήρων οὐκέτι κρατεῖν δυνάμενος, δοὺς δὲ ἑαυτὸν τῷ τοῦ δρόμου πνεύματι, τῆς τύχης ἦν. Ὁ δὲ ἵππος ῥύμῃ θέων ἐκτρέπεται τῆς λεωφόρου καὶ ἐς ὕλην ἐπήδησε καὶ εὐθὺς τὸν ἄθλιον Χαρικλέα περιρρήγνυσι δένδρῳ. Ὁ δὲ ὡς ἀπὸ μηχανῆς προσαραχθεὶς ἐκκρούεται μὲν τῆς ἕδρας, ὑπὸ δὲ τῶν τοῦ δένδρου κλάδων τὸ πρόσωπον αἰσχύνεται καὶ τοσούτοις περιδρύπτεται τραύμασιν, ὅσαι τῶν κλάδων ἦσαν αἱ αἰχμαί.
12.6 Οἱ δὲ ῥυτῆρες αὐτῷ περιδεθέντες οὐκ ἤθελον ἀφεῖναι τὸ σῶμα, ἀλλ’ ἀνθεῖλκον αὐτὸ περισύροντες θανάτου τρίβον. Ὁ δὲ ἵππος ἔτι μᾶλλον ἐκταραχθεὶς τῷ πτώματι καὶ ἐμποδιζόμενος εἰς τὸν δρόμον τῷ σώματι κατεπάτει τὸν ἄθλιον, ἐκλακτίζων τὸν δεσμὸν τῆς φυγῆς· ὥστε οὐκ ἂν αὐτόν τις ἰδὼν γνωρίσειε.”

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi