Thesauros Edebiyat Roman τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 1

10.4 Γυναῖκας μὲν γὰρ εὐφραίνει καὶ τὰ ῥήματα· παρθένος δὲ τοὺς μὲν ἔξωθεν ἀκροβολισμοὺς τῶν ἐραστῶν εἰς πεῖραν φέρει καὶ ἄφνω συντίθεται τοῖς νεύμασιν· ἐὰν δὲ αἰτήσῃς τὸ ἔργον προσελθών, ἐκπλήξεις αὐτῆς τὰ ὦτα τῇ φωνῇ, καὶ ἐρυθριᾷ καὶ μισεῖ τὸ ῥῆμα καὶ λοιδορεῖσθαι δοκεῖ κἂν ὑποσχέσθαι θέλῃ τὴν χάριν, αἰσχύνεται· τότε γὰρ πάσχειν νομίζει τὸ ἔργον, ὅτε μᾶλλον τὴν πεῖραν ἐκ τῆς τῶν λόγων ἡδονῆς ἀκούει.
10.5 Ἐὰν δὲ τὴν πεῖραν προσαγαγὼν τὴν ἄλλην καὶ εὐάγωγον αὐτὴν παρασκευάσας ἡδέως ἤδη προσέρχῃ, σιώπα μὲν οὖν τὰ πολλὰ ὡς ἐν μυστηρίῳ, φίλησον δὲ προσελθὼν ἠρέμα· τὸ γὰρ ἐραστοῦ φίλημα πρὸς ἐρωμένην θέλουσαν μὲν παρέχειν αἴτησίς ἐστι, πρὸς ἀπειθοῦσαν δὲ ἱκετηρία.
10.6 Κἂν μὲν προσῇ τις συνθήκη τῆς πράξεως πολλάκις δὲ καὶ ἑκοῦσαι πρὸς τὸ ἔργον ἐρχόμεναι θέλουσι βιάζεσθαι δοκεῖν, ἵνα τῇ δόξῃ τῆς ἀνάγκης ἀποτρέπωνται τῆς αἰσχύνης τὸ ἑκούσιον. Μὴ τοίνυν ὀκνήσῃς, ἐὰν ἀνθισταμένην ἴδῃς, ἀλλ’ ἐπιτήρει πῶς ἀνθίσταται· σοφίας γὰρ κἀνταῦθα δεῖ.
10.7 Κἂν μὲν προσκαρτερῇ, ἐπίσχες τὴν βίαν· οὔπω γὰρ πείθεται· ἐὰν δὲ μαλθακώτερον ἤδη θέλῃς, χορήγησον τὴν ὑπόκρισιν, μὴ ἀπολέσῃς σου τὸ δρᾶμα.”
11.1 Κἀγὼ “μεγάλα μὲν” ἔφην “ἐφόδιά μοι δέδωκας καὶ εὔχομαι τυχεῖν, Κλεινία· φοβοῦμαι δ’ ὅμως μὴ κακῶν μοι γένηται τὸ εὐτύχημα μειζόνων ἀρχὴ καὶ ἐπιτρίψῃ με πρὸς ἔρωτα πλείονα. Ἂν οὖν αὐξηθῇ μοι τὸ δεινόν, τί δράσω;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi