Kitap 1
8.8
Καὶ ταῦτα μὲν περὶ τῶν εὐμόρφων ἂν εἴποι τις γυναικῶν, ἔνθα καὶ μέτριον τὸ ἀτύχημα· τὸ γὰρ κάλλος ἔχει παρηγορίαν τῶν κακῶν, καὶ τοῦτ’ ἔστιν ἐν ἀτυχήμασιν εὐτύχημα· εἰ δὲ μηδὲ εὔμορφος, ὡς φῄς, ἡ συμφορὰ διπλῆ. Καὶ πῶς ἄν τις ἀνάσχοιτο, καὶ ταῦτα μειράκιον οὕτω καλόν;
8.9
Μή, πρὸς θεῶν, Χαρίκλεις, μήπω μοι δοῦλος γένῃ, μηδὲ τὸ ἄνθος πρὸ καιροῦ τῆς ἥβης ἀπολέσῃς. Πρὸς γὰρ τοῖς ἄλλοις καὶ τοῦτ’ ἔστι τοῦ γάμου τὸ ἀτύχημα· μαραίνει τὴν ἀκμήν. Μή, δέομαι, Χαρίκλεις, μήπω μοι μαρανθῇς· μὴ παραδῷς εὔμορφον τρυγῆσαι ῥόδον ἀμόρφῳ
8.10
γεωργῷ.” Καὶ ὁ Χαρικλῆς “ταῦτα μὲν” ἔφη “θεοῖς κἀμοὶ μελήσει· καὶ γὰρ εἰς τὴν προθεσμίαν τῶν γάμων χρόνος ἐστὶν ἡμερῶν, πολλὰ δ’ ἂν γένοιτο κἀν νυκτὶ μιᾷ.
8.11
Τὸ δὲ νῦν ἔχον ἐφ’ ἱππασίαν ἄπειμι. Ἐξὅτου γάρ μοι τὸν ἵππον ἐχαρίσω τὸν καλόν, οὔπω σου τῶν δώρων ἀπέλαυσα. Ἐπικουφιεῖ δέ μοι τὸ γυμνάσιον τῆς ψυχῆς τὸ λυπούμενον.” Ὁ μὲν οὖν ἀπῄει τὴν τελευταίαν ὁδόν, ὕστατα καὶ πρῶτα μελλήσων ἱππάζεσθαι.
9.1
Ἐγὼ δὲ πρὸς τὸν Κλεινίαν καταλέγω μου τὸ δρᾶμα πῶς ἐγένετο· πῶς ἴδοιμι, πῶς πάθοιμι, τὴν καταγωγήν, τὸ δεῖπνον, τὸ κάλλος τῆς κόρης. Τελευτῶν δὲ τῷ λόγῳ συνίειν ἀσχημονῶν “οὐ φέρω” λέγων “Κλεινία, τὴν ἀνίαν· ὅλος γάρ μοι προσέπεσεν ὁ ἔρως, καὶ αὐτόν μου διώκει τὸν ὕπνον τῶν ὀμμάτων·
9.2
πάντοτε Λευκίππην φαντάζομαι. Οὐ γέγονεν ἄλλῳ τινὶ τοιοῦτον ἀτύχημα· τὸ γὰρ κακόν μοι καὶ συνοικεῖ.” Καὶ ὁ Κλεινίας “ληρεῖσ” εἶπεν “οὕτως εἰς ἔρωτα εὐτυχῶν. Οὐ γὰρ ἐπ’ ἀλλοτρίας θύρας ἐλθεῖν σε δεῖ οὐδὲ διάκονον παρακαλεῖν· αὐτήν σοι δέδωκε τὴν ἐρωμένην ἡ τύχη καὶ φέρουσα ἔνδον ἵδρυσεν.