Thesauros Edebiyat mythology Epitome

Epitome

Epitome Apollodorus
2.13 αἰσθόμενος δὲ τῆς μοιχείας ὕστερον κήρυκα πέμψας ἐπὶ διαλλαγὰς αὐτὸν ἐκάλει· καὶ ψευσάμενος εἶναι φίλος, παραγενομένου τοὺς παῖδας, οὓς εἶχεν ἐκ νηίδος νύμφης, Ἀγλαὸν καὶ Καλλιλέοντα καὶ Ὀρχομενόν, ἐπὶ τὸν Διὸς βωμὸν καθεσθέντας ἱκέτας ἔσφαξε, καὶ μελίσας καὶ καθεψήσας παρατίθησι Θυέστῃ χωρὶς τῶν ἄκρων, ἐμφορηθέντι δὲ δείκνυσι τὰ ἄκρα καὶ τῆς χώρας αὐτὸν ἐκβάλλει.
2.14 Θυέστης δὲ κατὰ πάντα τρόπον ζητῶν Ἀτρέα μετελθεῖν ἐχρηστηριάζετο περὶ τούτου καὶ λαμβάνει χρησμόν, ὡς εἰ παῖδα γεννήσει τῇ θυγατρὶ συνελθών. ποιεῖ οὖν οὕτω καὶ γεννᾷ ἐκ τῆς θυγατρὸς Αἴγισθον, ὃς ἀνδρωθεὶς καὶ μαθών, ὅτι Θυέστου παῖς ἐστι, κτείνας Ἀτρέα Θυέστῃ τὴν βασιλείαν ἀποκατέστησεν.
2.15 τὸν δʼ Ἀγαμέμνονα τροφὸς μετὰ τοῦ Μενελάου ἄγει πρὸς Πολυφείδεα, κρατοῦντα Σικυῶνος, ὃς πάλιν τούτους πέπομφε πρὸς Αἰτωλὸν Οἰνέα. μετʼ οὐ πολὺ Τυνδάρεως τούτους κατάγει πάλιν, οἳ τὸν Θυέστην μὲν αὐτὸν Ἥρας βωμῷ φυγόντα ὁρκώσαντες διώκουσιν οἰκεῖν τὴν Κυθηρίαν. οἱ δὲ Τυνδάρεω γαμβροὶ γίνονται θυγατράσιν, ὁ Ἀγαμέμνων μὲν λαβὼν σύνευνον Κλυταιμνήστραν, κτείνας αὐτῆς τὸν σύζυγον Τάνταλον τὸν Θυέστου σὺν τέκνῳ πάνυ νεογνῷ, Μενέλαος Ἑλένην. τζετζες, ξηιλιαδες, 1.456-465
2.16 Ἀγαμέμνων δὲ βασιλεύει Μυκηναίων καὶ γαμεῖ Τυνδάρεω θυγατέρα Κλυταιμνήστραν, τὸν πρότερον αὐτῆς ἄνδρα Τάνταλον Θυέστου σὺν τῷ παιδὶ κτείνας, καὶ γίνεται αὐτῷ παῖς μὲν Ὀρέστης, θυγατέρες δὲ Χρυσόθεμις Ἠλέκτρα Ἰφιγένεια. Μενέλαος δὲ Ἑλένην γαμεῖ καὶ βασιλεύει Σπάρτης, Τυνδάρεω τὴν βασιλείαν δόντος αὐτῷ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi