Thesauros Edebiyat mythology Epitome

Epitome

Epitome Apollodorus
5.3 ὅτι Μέμνονα τὸν Τιθωνοῦ καὶ Ἠοῦς μετὰ πολλῆς Αἰθιόπων δυνάμεως παραγενόμενον ἐν Τροίᾳ καθʼ Ἑλλήνων καὶ πολλοὺς τῶν Ἑλλήνων κτείναντα καὶ Ἀντίλοχον κτείνει ὁ Ἀχιλλεύς. διώξας δὲ καὶ τοὺς Τρῶας πρὸς ταῖς Σκαιαῖς πύλαις τοξεύεται ὑπὸ Ἀλεξάνδρου καὶ Ἀπόλλωνος εἰς τὸ σφυρόν.
5.4 γενομένης δὲ μάχης περὶ τοῦ νεκροῦ, Αἴας Γλαῦκον ἀναιρεῖ, καὶ τὰ ὅπλα δίδωσιν ἐπὶ τὰς ναῦς κομίζειν, τὸ δὲ σῶμα βαστάσας Αἴας βαλλόμενος βέλεσι μέσον τῶν πολεμίων διήνεγκεν, Ὀδυσσέως πρὸς τοὺς ἐπιφερομένους μαχομένου.
5.5 Ἀχιλλέως δὲ ἀποθανόντος συμφορᾶς ἐπληρώθη τὸ στράτευμα.θάπτουσι δὲ αὐτὸνἐν Λευκῇ νήσῳ μετὰ Πατρόκλου, τὰ ἑκατέρων ὀστᾶ συμμίξαντες. λέγεται δὲ μετὰ θάνατον Ἀχιλλεὺς ἐν Μακάρων νήσοις Μηδείᾳ συνοικεῖν.τιθέασι δὲ ἐπʼ αὐτῷ ἀγῶνα, ἐν ᾧ νικᾷ Εὔμηλος ἵπποις, Διομήδης σταδίῳ, Αἴας δίσκῳ, Τεῦκρος τόξῳ.
5.6 ἡ δὲ πανοπλία αὐτοῦ τῷ ἀρίστῳ νικητήριον τίθεται, καὶ καταβαίνουσιν εἰς ἅμιλλαν Αἴας καὶ Ὀδυσσεύς.καὶ κρινάντων τῶν Τρώων, ὡς δέ τινες τῶν συμμάχων,Ὀδυσσεὺς προκρίνεται. Αἴας δὲ ὑπὸ λύπης ταραχθεὶς ἐπιβουλεύεται νύκτωρ τῷ στρατεύματι, καὶ αὐτῷ μανίαν ἐμβαλοῦσα Ἀθηνᾶ εἰς τὰ βοσκήματα ἐκτρέπει ξιφήρη· ὁ δὲ ἐκμανεὶς σὺν τοῖς νέμουσι τὰ βοσκήματα ὡς Ἀχαιοὺς φονεύει.
5.7 ὕστερον δὲ σωφρονήσας κτείνει καὶ ἑαυτόν. Ἀγαμέμνων δὲ κωλύει τὸ σῶμα αὐτοῦ καῆναι, καὶ μόνος οὗτος τῶν ἐν Ἰλίῳ ἀποθανόντων ἐν σορῷ κεῖται· ὁ δὲ τάφος ἐστὶν ἐν Ῥοιτείῳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi